Εἶτα ἵνα μὴ δόξῃ τούτου ἕνεκεν γράφειν μόνον, μηδὲ εἴπῃ τις, ὡς Εἰ μὴ Ὀνήσιμος ἦν, οὐκ ἂν ἔγραψας, ὅρα πῶς καὶ ἑτέρας αἰτίας τίθησι τῆς ἐπιστολῆς· πρῶτον μὲν τὴν ἀγάπην αὐτοῦ δηλῶν; ἔπειτα δὲ καὶ ξενίαν κελεύων ἑτοιμασθῆναι αὐτῷ. Ἀκούων σου, φησὶ, τὴν ἀγάπην. Θαυμαστὸν τοῦτο, καὶ τοῦ παρόντος ἰδεῖν τοῦτο πολλῷ μεῖζον. Δῆλον γὰρ ὅτι ἐκ τοῦ ὑπερβάλλουσαν ταύτην εἶναι, καὶ διάδηλος γέγονε, καὶ μέχρις αὐτοῦ ἔφθασε· καίτοι γε οὐκ ὀλίγον τὸ μέσον ἦν Ῥώμης καὶ Φρυγίας· ἐκεῖ γάρ μοι δοκεῖ εἶναι ἀπὸ Ἀρχίππου. Οἱ γὰρ Κολοσσαεῖς τῆς Φρυγίας εἰσὶ, πρὸς οὓς γράφων ἔλεγεν, Ὅταν ἀναγνωσθῇ παρ᾽ ὑμῖν ἡ ἐπιστολὴ, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων Ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Αὕτη δὲ τῆς Φρυγίας πόλις ἐστίν. Εὔχομαι, φησὶν, ἵνα ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται. Ὁρᾷς πρότερον αὐτὸν διδόντα ἢ λαβεῖν, καὶ πρὶν ἢ τὴν χάριν αἰτῆσαι, τὴν αὑτοῦ παρέχοντα πολλῷ μείζονα; Ὅπως, φησὶν, ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ὑμῖν εἰς Χριστὸν Ἰησοῦν. Τουτέστιν, ἵνα πᾶσαν ἀρετὴν ἐπέλθῃς, Ἵνα μηδὲν ἐλλειφθῇ. Οὕτω γὰρ ἡ πίστις γίνεται ἐνεργὴς, ὅταν ἔργα ἔχῃ. Χωρὶς γὰρ ἔργων ἡ πίστις νεκρά ἐστι. Καὶ οὐκ εἶπεν, Ἡ πίστις σου, ἀλλ᾽, Ἡ κοινωνία τῆς πίστεώς σου, συνάπτων αὐτὸν ἑαυτῷ, καὶ ἓν σῶμα δεικνὺς, καὶ τούτῳ μάλιστα αὐτὸν δυσωπῶν.