Ἂν τοῦτον ἔχῃς διαπαντὸς τὸν λογισμὸν, διαπαντὸς ἐν φόβῳ ἔσῃ καὶ τρόμῳ, ἅτε τοῦ βασιλέως πλησίον ἑστώς. Ὁ οἰκοδόμος, κἂν ἔμπειρος ᾖ, κἂν σφόδρα ᾖ τεχνίτης, μετὰ φόβου καὶ τρόμου ἕστηκε, δεδοικὼς μὴ καταπέσῃ ἐκ τῆς οἰκοδομῆς. Καὶ σὺ ἐπίστευσας, ἔπραξας ἀγαθὰ πολλὰ, ἀνῆλθες εἰς ὕψος· ἐν ἀσφαλείᾳ κάτεχε σαυτὸν, καὶ φοβοῦ ἑστὼς, καὶ τὸ ὄμμα ἔχε διεγηγερμένον, μὴ καταπέσῃς ἐκεῖθεν· πολλὰ γὰρ τὰ πνευματικὰ τῆς πονηρίας, τὰ βουλόμενά σε καθελεῖν. Δουλεύσατε, φησὶ, τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. Καὶ πῶς ἔνι ἀγαλλίασις μετὰ τρόμου; Αὕτη μὲν οὖν ἐστι μόνη ἀγαλλίασις. Ὅταν γάρ τι ἀγαθὸν ἐργασώμεθα, καὶ τοιοῦτον, οἷον εἰκὸς τοὺς ἐν τρόμῳ τι ποιοῦντας, τότε χαίρομεν μόνον. Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. Οὐκ εἶπεν, Ἐργάζεσθε, ἀλλὰ, Κατεργάζεσθε, τουτέστι, μετὰ πολλῆς τῆς σπουδῆς, μετὰ πολλῆς τῆς ἐπιμελείας. Ἐπειδὴ δὲ εἶπε, Μετὰ φόβου καὶ τρόμου, καὶ ἐναγωνίους ἐποίησεν, ὅρα πῶς παραμυθεῖται τὴν ἀγωνίαν. Τί γάρ φησιν; Ὁ Θεός ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν. Μὴ φοβοῦ, ὅτι εἶπον· Μετὰ φόβου καὶ τρόμου· οὐ διὰ τοῦτο εἶπον, ἵνα ἀπαγορεύσῃς, ἵνα δυσέφικτόν τι εἶναι νομίσῃς τὴν ἀρετὴν, ἀλλ᾽ ἵνα προσέχῃς, ἵνα μὴ διαχέῃς σαυτόν. Ἂν τοῦτο ᾖ, ὁ Θεὸς πάντα ἐργάσεται· σὺ θάρσει· Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν.