Τὴν τοσαύτην τοίνυν ταπείνωσιν, ἥνπερ διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ἀρρήτῳ φιλανθρωπίᾳ ἀνέλαβεν, ἐὰν πάντοτε ἀνεπιλήστως ἀναλογίζῃ, τοῦτ’ ἔστι τὴν ἐν μήτρᾳ τοῦ Θεοῦ Λόγου κατασκήνωσιν, τὴν τοῦ ἀνθρώπου ἀνάληψιν, τὴν ἀπὸ γυναικὸς γέννησιν, τὴν κατὰ μέρος τῆς σωματικῆς ἡλικίας αὔξησιν, τὰς ἀτιμίας, τὰς ὕβρεις, τοὺς ὀνειδισμούς, τοὺς χλευασμούς, τὰς λοιδορίας, τὰς μάστιγας, τὰ ἐμπτύσματα, τὸν καταγέλωτα, τὸν ἐμπαιγμόν, τὴν κοκκίνην χλαμύδα, τὸν ἀκάνθινον στέφανον, τὴν τῶν ἀρχόντων κατ’ αὐτοῦ ἀπόφασιν, τὴν τῶν ἀνόμων Ἰουδαίων, ὁμοφύλων ὄντων, κατ’ αὐτοῦ βόησιν· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν», τὸν σταυρόν, τοὺς ἥλους, τὴν λόγχην, τὸν ποτισμὸν τοῦ ὄξους καὶ τῆς χολῆς, τὸν θρίαμβον τῶν ἐθνῶν, τὸν καταγέλωτα τῶν παραπορευομένων καὶ λεγόντων· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι», καὶ τὰ λοιπὰ τῶν παθημάτων ἅπερ δι’ ἡμᾶς ὑπέμεινε, τὴν σταύρωσιν, τὸν θάνατον, τὴν ἐν μνημείῳ τριήμερον ταφήν, τὴν εἰς τὸν ᾍδην κάθοδον· ἔπειτα τὰς τῶν παθημάτων ἐπικαρπίας, οἷαι καὶ τίνες εἰσί, τουτ’ ἔστι τὴν ἐκ νεκρῶν ἀνάστασιν, τὴν τοῦ ᾍδου καὶ θανάτου σκύλευσιν τῶν συνελθουσῶν τῷ Κυρίῳ ψυχῶν, τὴν ἐν οὐρανοῖς ἀνάληψιν, τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν, τὴν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ παντὸς ὀνόματος ὀνομαζομένου τιμὴν καὶ δόξαν, τὴν πάντων τῶν ἀγγέλων προσκύνησιν εἰς τὸν πρωτότοκον τῶν νεκρῶν διὰ τὴν τῶν παθημάτων αἰτίαν, κατὰ τὴν τοῦ Ἀποστόλου φωνὴν τὴν λέγουσαν· «Τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.