Τοῖς γὰρ οὕτω κεχρημένοις οὐδὲν ἄτοπον ἐπεύχεσθαι τὴν αὐτάρκειαν καὶ τὴν ἀφθονίαν. Ὅρα γοῦν τί καὶ ἐπεύχεται· Οὐκ εἶπεν, ὅτι Ποιήσαι πλουσίους καὶ εὐπόρους σφόδρα, ἀλλὰ τί; Πληρώσαι πᾶσαν χρείαν ὑμῶν. Ὥστε μὴ εἶναι ἐν ἐνδείᾳ, ἀλλὰ τὰ πρὸς χρείαν ἔχειν· ἐπεὶ καὶ ὁ Χριστὸς ὅρον εὐχῆς ἡμῖν διδοὺς, τοῦτο τῇ εὐχῇ ἐνέθηκε, διδάσκων ἡμᾶς, Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον λέγειν, δὸς ἡμῖν σήμερον. Κατὰ τὸν πλοῦτον αὑτοῦ. Τί ἐστι τοῦτο; Κατὰ τὴν δωρεὰν αὑτοῦ· τουτέστιν, ὅ τι εὔκολον αὐτῷ καὶ δυνατὸν, καὶ ταχέως ποιεῖν. Καὶ ἐπειδὴ Χρείαν εἶπον, ἵνα μὴ νομίσωσιν, ὅτι στενοχωρήσει αὐτοὺς, διὰ τοῦτο ἐπήγαγε, Κατὰ τὸν πλοῦτον αὑτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ. Οὕτω περισσεύσει ὑμῖν ἅπαντα, φησὶν, ὥστε ἐν δόξῃ αὐτοῦ ἔχειν. Ἢ οὖν τοῦτο λέγει, ὅτι Οὐδενὸς ὑστερεῖσθε· Καὶ χάρις γὰρ μεγάλη, φησὶν, ἦν ἐπὶ πάντας αὐτούς· οὐδὲ γὰρ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς· ἢ προτρέπει εἰς δόξαν αὐτοῦ πάντα ποιεῖν· ὡσεὶ ἔλεγεν· Ἵνα εἰς δόξαν αὐτοῦ χρῆσθε τῇ περιουσίᾳ. Τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Αὕτη δὲ ἡ δόξα οὐχὶ τοῦ Υἱοῦ μόνον, ἀλλὰ καὶ τοῦ Πατρὸς γίνεται. Ὅταν γὰρ ὁ Υἱὸς δοξάζηται, τότε ὁ Πατήρ. Ἐπειδὴ γὰρ εἶπεν εἰς δόξαν Χριστοῦ τοῦτο γενέσθαι, ἵνα μή τις νομίσῃ αὐτοῦ μόνου, ἐπήγαγε· Τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα, αὕτη ἡ γενομένη δηλονότι τῷ Υἱῷ.