Ὁ γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας ἡμῶν ἐπιστάμενος, ἐπειδὰν ἴδῃ ὑγιῆ γνώμην ἐπιδεικνυμένους, καὶ πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας ἀποδύεσθαι ἐσπουδακότας, παραχρῆμα καὶ τὴν παρ᾽ ἑαυτοῦ παρέχει ῥοπὴν, ὁμοῦ καὶ τοὺς πόνους ἡμῖν ἐπικουφίζων, καὶ τὸ ἀσθενὲς τῆς ἡμετέρας φύσεως ἐπιῤῥωννὺς, καὶ δαψιλεῖς τὰς ἀμοιβὰς χορηγῶν. Καὶ ἐπὶ μὲν τῶν Ὀλυμπιακῶν ἀγώνων οὐκ ἄν ποτε εὕροις τι τοιοῦτον γινόμενον· ἀλλ᾽ ἕστηκεν ὁ παιδοτρίβης, θεατὴς μόνον γινόμενος τῶν ἀγωνιζομένων, καὶ οὐδὲν ἕτερον συνεισενεγκεῖν δυνάμενος, ἀλλ᾽ ἀναμένων τὴν νίκην γενέσθαι· ὁ δὲ Δεσπότης ὁ ἡμέτερος οὐχ οὕτως, ἀλλὰ καὶ συναγωνίζεται, καὶ χεῖρα ὀρέγει, καὶ συνεφάπτεται, καὶ μονονουχὶ πανταχόθεν τὸν ἀντίπαλον ὑποτεταγμένον ἡμῖν παραδίδωσι, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε δυνηθῆναι ἡμᾶς καταγωνίσασθαι, καὶ τὴν νίκην ἄρασθαι, ἵνα τὸν ἀμαράντινον στέφανον ἐπιθῇ τῇ ἡμετέρᾳ κεφαλῇ. Στέφανον γὰρ, φησὶν, χαρίτων δέξῃ σῇ κορυφῇ. Καὶ ἐν μὲν τοῖς Ὀλυμπιακοῖς τούτοις ἀγῶσιν ὁ στέφανος μετὰ τὴν νίκην οὐδὲν ἕτερόν ἐστιν, ἢ φύλλα δάφνης, καὶ κρότος, καὶ βοὴ παρὰ τοῦ δήμου γινομένη, ἅπερ ἅπαντα, τῆς ἑσπέρας καταλαβούσης, κατεμαράνθη καὶ ἀπώλετο· ὁ δὲ ὑπὲρ τῆς ἀρετῆς καὶ τῶν ταύτης ἱδρώτων στέφανος οὐδὲν αἰσθητὸν ἔχει, οὐδὲ ἐν τῷ αἰῶνι τούτῳ συγκαταλυόμενον, ἀλλὰ διηνεκὴς, ἀθάνατος, ἅπασι τοῖς αἰῶσι συμπαρεκτεινόμενος.