Ἀμήχανον συνυπάρχειν τὴν πρὸς κόσμον ἀγάπην τῇ πρὸς τὸν Θεὸν ἀγάπῃ, ὡς ἀμήχανον συνυπάρχειν ἀλλήλοις φῶς καὶ σκότος. ΤΙΤΛ. ΛΑʹ. —Περὶ ἁγίων, καὶ μακαριζομένων ἐφ᾽ οἷς δρῶσι, καὶ ὑπὲρ ὧν. «Ἀπὸ τῶν ἁγίων φοβηθήσεσθε.» «Μακάριος σὺ Ἰσραήλ. Τίς ὅμοιός σοι· λαὸς σωζόμενος ὑπὸ Κυρίου.» «Μακάριος ἄνθρωπος, ὃν ἤλεγξε Κύριος.» «Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη.» «Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.» «Μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας αἰνέσουσί σε.» «Μακάριος ὁ ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκτοῦ νόμου σου διδάξεις αὐτόν.» «Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ.» «Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.» «Μακάριοι ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Μακάριοι οἱ ἐξερευνῶντες.» «Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.» «Βουλὴ ἁγίων, σύνεσις.» «Μακάριος ἀνὴρ, ὃς εὗρε σοφίαν. Τιμιωτέρα γάρ ἐστι λίθων πολυτελῶν.» «Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς. »Τελειότητος ὁσίων ὁδηγήσει αὐτούς «Ὁ ἐλεῶν πτωχοὺς, μακαριστός.» «Ὁ ἁπτόμενος ὑμῶν, ὡς ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ μου.» «Μακάριοι πάντες οἱ ἐμμένοντες ἐν αὐτῷ.» «Μακάριος ὁ διατηρῶν τὰς χεῖρας αὐτοῦ τοῦ μὴ ποιεῖν ἄδικα.» «