ΤΙΤΛ. ΚΔʹ. —Περὶ τοῦ παιδεύειν τοὺς γονεῖς τὰ ἴδια τέκνα, καὶ σωφρονίζειν. Εἰ γὰρ τοῦτο μὴ πράξωσιν, ταῖς ἐκείνων ἔνοχοι γίνονται ἁμαρτίαις. «Ἡλὶ πρεσβύτης σφόδρα, καὶ ἤκουσεν ἃ ἐποίουν υἱοὶ αὐτοῦ μετὰ τῶν γυναικῶν τῶν παρεστηκυιῶν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οὐκ ἐνουθέτει αὐτούς. Καὶ εἶπε Κύριος· Οὐχ οὕτως ὤμοσα τῷ οἴκῳ Ἡλὶ, εἰ ἐξιλασθήσεται ἀδίκια οἴκου Ἡλὶ ἐν θυμιάμασι καὶ ἐν θυσίαις αἰῶνος;» «Παίδευε υἱὸν, καὶ ἀναπαύσει σε, καὶ δώσει κόσμον τῇ ψυχῇ σου.» «Ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ· ὁ δὲ ἀγαπῶν, ἐπιμελῶς παιδεύει.» «Μὴ ἀπόσχῃ νήπιον παιδεύειν, ὅτι ἐὰν πατάξῃς αὐτὸν ῥάβδῳ, οὐ μὴ ἀποθανεῖται. Σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ, τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύση.» «Πληγαὶ καὶ ἔλεγχος διδόασι σοφίαν.» «Καλῶς ἐκτρέφει πατὴρ δίκαιος παιδεύων· ἐν δὲ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ.» «Παίδευε υἱόν σου· οὕτως γάρ ἐστιν εὔελπις.» «Τέκνα σοί ἐστιν; παίδευσον αὐτὰ, καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν.» «Μάστιγες καὶ παιδεία, ἐν παντὶ καιρῷ σοφία.» «Παίδευσον τὸν υἱόν σου, καὶ ἔργασαι ἐν αὐτῷ, ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ αὐτοῦ προκόψῃς.» «Ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ, ἐνδελεχίσει μάστιγας αὐτῷ.» «Ὁ διδάσκων τὸν υἱὸν διαζηλώσει τὸν ἐχθρὸν, καὶ ἔναντι φίλων ἐπ᾽ αὐτῷ ἀγαλλιάσεται.» «Ἵππος ἀδάμαστος ἐκβαίνει σκληρὸς, καὶ υἱὸς ἀνείμενος ἐκβαίνει προαλής.