Περὶ φόβου τοῦ Θεοῦ Φοβοῦ τὸν Κύριον καὶ εὑρήσεις χάριν· φόβος γὰρ Κυρίου γεννᾷ τρόπους καὶ ἔθη, δι᾽ ὧν συνίστανται αἱ ἀρεταί· ἡ δὲ ἀφοβία τίκτει ζῆλον πικρὸν καὶ ἐριθείαν, καὶ τὰ ὅμοια τούτων. Φόβος Κυρίου πηγὴ ζωῆς· φόβος Κυρίου ὀχύρωμα ψυχῆς· φόβος Κυρίου κατορθοῖ νοῦν νοερόν· φόβος Κυρίου φυλακτήριον ψυχῆς· φόβος Κυρίου δώσει χάριν ἐν πάσῃ ἀναστροφῇ φοβουμένῳ τὸν Κύριον· φόβος Κυρίου κυβερνήτης ψυχῆς· φόβος Κυρίου φωτίζει ψυχήν· φόβος Κυρίου τήκει πονηρίαν· φόβος Κυρίου μειοῖ πάθη· φόβος Κυρίου αὔξει ἀγάπην· φόβος Κυρίου ξηραίνει πᾶσαν ἐπιθυμίαν κακήν· φόβος Κυρίου κόπτει ἡδονήν· φόβος Κυρίου παιδευτήριον τῆς ψυχῆς, καὶ ἐλπίδας ἀγαθὰς εὐαγγελίζεται αὐτῇ· φόβος Κυρίου βραβεύει εἰρήνην· φόβος Κυρίου ἐμπλήσει ψυχὴν νοεροῦ ἁγίου, καὶ σκῆπτρον βασιλείας οὐρανῶν ἐπιδώσει αὐτῇ. Οὐκ ἔστιν ἐν ἀνθρώποις μείζων τοῦ φοβουμένου τὸν Κύριον.
Μετάφραση
Περί του φόβου του Θεού. Να φοβάσαι τον Κύριο και θα βρεις χάρη· διότι ο φόβος του Κυρίου γεννά τρόπους και συνήθειες, μέσω των οποίων συγκροτούνται οι αρετές· η έλλειψη φόβου, αντίθετα, γεννά πικρό ζήλο και εριστικότητα, και τα παρόμοια με αυτά. Ο φόβος του Κυρίου είναι πηγή ζωής· ο φόβος του Κυρίου είναι οχύρωμα της ψυχής· ο φόβος του Κυρίου κατευθύνει ορθά τον νοερό νου· ο φόβος του Κυρίου είναι φυλακτήριο της ψυχής· ο φόβος του Κυρίου θα δώσει χάρη σε κάθε συναναστροφή σε εκείνον που φοβάται τον Κύριο· ο φόβος του Κυρίου είναι κυβερνήτης της ψυχής· ο φόβος του Κυρίου φωτίζει την ψυχή· ο φόβος του Κυρίου λιώνει την πονηριά· ο φόβος του Κυρίου μειώνει τα πάθη· ο φόβος του Κυρίου αυξάνει την αγάπη· ο φόβος του Κυρίου ξηραίνει κάθε κακή επιθυμία· ο φόβος του Κυρίου κόβει την ηδονή· ο φόβος του Κυρίου είναι παιδευτήριο της ψυχής και της αναγγέλλει χαρμόσυνα αγαθές ελπίδες· ο φόβος του Κυρίου χαρίζει ειρήνη· ο φόβος του Κυρίου θα γεμίσει την ψυχή με το άγιο νοερό στοιχείο, και θα της παραδώσει το σκήπτρο της βασιλείας των ουρανών. Δεν υπάρχει μεταξύ των ανθρώπων μεγαλύτερος από εκείνον που φοβάται τον Κύριο.
Περισσότερα
Λεπτομέρειες