Τὸ εἰς κακίαν οὐχ ἕτοιμον οὐδὲ εἰς ὑπόνοιαν εὐχερές. Ἡ ἁπλότης τιμία παρὰ Θεῷ. Τὸ γὰρ πανουργὸν, εἰ καὶ δεκτὸν ἐν τοῖς κατὰ Θεὸν σπουδάσμασιν, ἀλλ᾽ οὐδαμῶς εἰς ἀρετῆς εὐωδίαν καταλογισθείη ποτέ. ΤΙΤΛ. Κϛʹ. —Περὶ ἀκτημοσύνης, καὶ αὐταρκείας, καὶ ὀλιγοδείας. «Κρεῖσσον ὀλίγον τῷ δικαίῳ, ὑπὲρ πλοῦτον τῶν ἁμαρτωλῶν πολύν.» «Κρείσσων ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν, ἢ παράθεσις μόχθων μετὰ ἔχθρας. Κρείσσων ὀλίγων λῆψις μετὰ δικαιοσύνης, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας.» «Κρείσσων ψωμὸς μεθ᾽ ἡδονῆς ἐν εἰρήνῃ, ἢ οἶκος πολλῶν ἀγαθῶν, καὶ ἀδίκων χρημάτων μετὰ μάχης.» «Πλοῦτον καὶ πενίαν μή μοι δῷς, Κύριε, σύνταξον δέ μοι τὰ δέοντα, καὶ τὰ αὐτάρκη, ἵνα μὴ πλησθεὶς, ψευδὴς γένωμαι, καὶ εἴπω· Τίς με ὁρᾷ; ἢ πενηθεὶς, κλέψω, καὶ ὀμόσω τὸ ὄνομα τοῦ Θεοῦ.» «Μέλι εὑρὼν, φάγε τὸ ἱκανὸν, μήποτε πλησθεὶς ἐξεμέσῃς. Ἐσθίειν μέλι πολὺ οὐ καλόν. »Κρεῖσσον πλήρωμα δρακὸς μετὰ ἀναπαύσεως, ὑπὲρ πλήρωμα δύο δρακῶν ἐν μόχθῳ.» «Ζωὴ αὐταρκείας ἐργάτου γλυκανθήσεται.» «Ὕπνος ὑγείας ἐπὶ ἐντέρῳ μετρίῳ.» «Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδους. Ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν.» «