Δι᾽ ἑαυτοῦ γὰρ ἢ καὶ δι᾽ ἄλλου χρὴ τὴν δυνατὴν προσάγοντα βοήθειαν θεραπεύειν· ἢ τὸ τελευταῖον εὔχεσθαι περὶ τοῦ κολασθῆναι τὴν μοχθηρὰν ἕξιν, ἤγουν ἐκριζωθῆναι ἀπὸ τοῦ ἔχοντος· οὗ διδακτικὸν καὶ τό, Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων, καὶ τὸ, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν. Ὁ δὲ μὴ ψιλῶς ἀγαπῶν, καὶ περὶ τὸ καλῶς γενέσθαι αὐτῷ συνεργεῖ, καὶ τὸ ἐν ἑβδόμῳ δὲ ψαλμῷ λεγόμενον· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενὸς, σαφῶς διδάσκει μηδένα μισεῖν. Πῶς οὖν εἴρηται· Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα; Μᾶλλον δὲ τίς ἐστιν οὕτως ἄθεος, ὡς μισεῖν ὃν ἡγεῖται Θεόν; Δῆλον οὖν, ὡς οἱ μισοῦντες καὶ καταθεματίζοντες Ἰησοῦν μισοῦσι τὸν Θεόν· Ὁ γὰρ ἐμὲ, φησὶ, δεχόμενος δέχεται τὸν ἀποστείλαντά με· καὶ, Ὁ ὁμολογῶν τὸν Υἱὸν, καὶ τὸν Πατέρα ἔχει· οὐκοῦν καὶ ὁ μισῶν τὸν Υἱὸν, καὶ τὸν Πατέρα μισεῖ. Καὶ πᾶς δὲ ἁμαρτάνων μισεῖ τὸν Θεόν· μισεῖ γὰρ σοφίαν καὶ δικαιοσύνην, ἅπερ ἐστὶ Χριστός. Καὶ τί θαυμαστὸν, ὅπου ἑαυτὸν ὁ ἁμαρτάνων μισεῖ; Κατὰ γὰρ Σολομῶντα· Ὁ ἀπωθούμενος παιδείαν μισεῖ ἑαυτόν. Οὐκοῦν ὁ μισῶν τοὺς μισοῦντας τὸν Θεὸν πλὴν λογίων τῶν εὐσεβεστάτων πάντας μισήσει καὶ ἑαυτὸν ἁμαρτάνοντα.