ΤΙΤΛ. ΚΘʹ. Περὶ ἀγνωμονούντων καὶ ἀχαριστούντων. «Τῷ μηνὶ τῷ ἑβδόμῳ ἦλθεν Ἰσμαὴλ υἱὸς Ναθανίου ἐκ τοῦ σπέρματος τῶν βασιλέων, καὶ δέκα ἄνδρες μετ᾽ αὐτοῦ, καὶ ἐπάταξαν τὸν Γοδολίαν, καὶ ἀπέθανεν· καὶ τοὺς Ἰουδαίους, καὶ τοὺς Χαλδαίους, οἳ ἦσαν μετ᾽ αὐτοῦ εἰς Μασιφά.» Σχόλ. Οὗτος λόγον λαβὼν ἀπαθείας, τὸν δεδωκότα ἀνεῖλε. «Πνεῦμα Κυρίου ἐνέδυσε τὸν Ἀζαρίαν τὸν τοῦ Ἰωδαὲ τὸν ἱερέα, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ, καὶ εἶπεν· Τάδε λέγει Κύριος· Τί παραπορεύεσθε τὰς ἐντολὰς τοῦ Κυρίου; καὶ οὐκ εὐοδωθήσεσθε, ὅτι ἐγκατελίπετε τὸν Κύριον. Καὶ ἐλιθοβόλησαν δι᾽ ἐντολῆς Ἰωὰς τοῦ βασιλέως ἐν αὐλῇ οἴκου Κυρίου. Καὶ οὐκ ἐμνήσθη Ἰωὰς τοῦ ἐλέους, οὗ ἐποίησε μετ᾽ αὐτοῦ Ἰωδαὲ ὁ πατὴρ αὐτοῦ, καὶ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ. Καὶ ὡς ἀπέθνησκεν, εἶπεν· Ἴδοι Κύριος, καὶ κρινάτω. Καὶ ἐγένετο μετὰ ἐνιαυτὸν, ἀνέβη ἐπ᾽ αὐτὸν δύναμις Συρίας, καὶ ἐπὶ Ἱερουσαλὴμ, καὶ κατέφθειρε πάντας.» «Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν, καὶ ἀτεκνίαν.» «Ἀντὶ τοῦ, Ἀγαπᾷν με ἐνδιέβαλόν με.» «Ὃς ἀποδίδωσι κακὰ ἀντὶ ἀγαθῶν, οὐκ ἐνεχθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ.» «Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.» «Ἀχαρίστου ἐλπὶς ὡς χειμέριος πάχνη τακήσεται, καὶ ῥυήσεται ὡς ὕδωρ ἄχρηστον.» «Ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλὸς, καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ῥυσάμενον.