ΤΙΤ. Βʹ. —Περὶ καταλαλιᾶς· καὶ ὅτι καταλαλιά ἐστι λόγος ψευδὴς κατά τινος λεγόμενος. Ἐλάλησε Μαριὰμ καὶ Ἀαρὼν κατὰ Μωσέως ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης, ἣν ἔλαβε Μωσῆς ὅτι γυναῖκα Αἰθιοπίσσαν ἔλαβεν. Καὶ εἶπον· Μὴ Μωσῇ μόνον ἐλάλησεν Κύριος; οὐχὶ καὶ ἡμῖν ἐλάλησε Κύριος; καὶ εἶπε Κύριος πρὸς αὐτούς· Ἀκούσατε τὸν λόγον μου, ἀμφότεροι. Ἐὰν γένηται προφήτης ὑμῶν Κυρίῳ, ἐν ὁράματι γνωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. Οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωσῆς· ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστιν στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει, καὶ οὐ δι᾽ αἰνιγμάτων, καὶ τὴν δόξαν Κυρίου εἶδεν. Καὶ διὰ τί οὐκ ἐφοβήθητε λαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωσῆ; καὶ ὠργίσθη θυμῷ Κύριος· καὶ ἰδοὺ Μαριὰμ λεπρῶσα ὡσεὶ χιών. «Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια,» καὶ τὰ λοιπά. «Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου,» καὶ τὰ λοιπά. «Κατελάλησαν τοῦ Θεοῦ, καὶ εἶπαν,» καὶ τὰ λοιπά. «Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον,» καὶ τὰ λοιπά. «Λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον,» καὶ τὰ λοιπά. «Μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς,» καὶ τὰ λοιπά. «Φυλάξασθε γογγυσμὸν ἀνωφελῆ, καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης· ὅτι φθέγμα λαθραῖον κενὸν οὐ πορεύεται.» «Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. Ὁ καταλαλῶν ἀδελφοῦ, ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμον, καὶ κρίνει νόμον. Εἰ δὲ νόμον κρίνεις, οὐκέτι εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής.