Εἶδες ψυχὴν ἱερέως παρρησίας γέμουσαν πολλῆς καὶ φρονήματος ὑψηλοῦ; Οὐκ εἶδεν εἰς τὸν τῆς ἀρχῆς ὄγκον, οὐκ ἐνενόησεν ὅσον ἐστὶ ψυχὴν ἐπιθυμίᾳ μεθύουσαν κατασχεῖν, οὐκ ἤκουσε τοῦ Σολομῶντος λέγοντος· «Ἀπειλὴ βασιλέως ὁμοία θυμῷ λέοντος»· ἀλλὰ πρὸς τὸν ἀληθῆ βασιλέα τῶν οὐρανῶν ἰδὼν καὶ τὸ βῆμα μὲν ἐννοήσας ἐκεῖνο καὶ τὰς εὐθύνας, καὶ τούτοις ἑαυτὸν τοῖς λογισμοῖς ὀχυρώσας, οὕτως ἐπεπήδησε τῷ τυράννῳ. ᾜδει μὲν γάρ, ᾔδει σαφῶς ὅτι «ἀπειλὴ βασιλέως ὁμοία θυμῷ λέοντος», ἀλλὰ τοῖς πρὸς τὴν γῆν βλέπουσιν, ἀνθρώπῳ δὲ τὸν οὐρανὸν φανταζομένῳ καὶ παρεσκευασμένῳ τὴν ψυχὴν ἔνδον ἐν τοῖς ἀδύτοις ἀφεῖναι, ἢ τοὺς ἱεροὺς νόμους ὑβριζομένους περιιδεῖν, κυνὸς παντὸς εὐτελέστερος ἦν ἐκεῖνος. Οὐδὲν γὰρ ἀσθενέστερον τοῦ τοὺς θείους παραβαίνοντος νόμους· ὥσπερ οὖν οὐδὲν ἰσχυρότερον τοῦ τοὺς θείους ἐκδικοῦντος νόμους. «Ὁ μὲν γὰρ τῆς ἁμαρτίαν ποιῶν δοῦλός ἐστι τῆς ἁμαρτίας», κἂν μυρίους ἐπὶ τῆς κεφαλῆς ἔχῃ στεφάνους· ὁ δὲ τὴν δικαιοσύνην ἐργαζόμενος καὶ αὐτοῦ τοῦ βασιλέως βασιλικώτερός ἐστι, κἂν ἁπάντων ἔσχατος ᾖ. Ταῦτα πρὸς ἑαυτὸν φιλοσοφήσας ὁ γενναῖος ἐκεῖνος, ἐπεισῆλθε τῷ βασιλεῖ. Συνεισέλθωμεν οὖν καὶ ἡμεῖς, εἰ δοκεῖ, καὶ ἴδωμεν τί πρὸς τὸν βασιλέα διαλέγεται. Ἔξεστι γάρ· οὐ μικρὸν δὲ εἰς ὠφελείας λόγον, ἐλεγχόμενον ἰδεῖν ὑπὸ ἱερέως βασιλέα. Τί οὖν φησιν ὁ ἱερεύς; «