δʹ. Ἔτι οὖν ἐρωτᾷς, πῶς διαῤῥεῖ τὸ σῶμα πάντοθεν; Ἀλλ᾽ ἐσθίει καὶ πίνει; Ἀλλ᾽ οὐκ ἔστι τοῦτο ζωῆς ἀνθρωπίνης τεκμήριον, ἐπεὶ καὶ τὰ ἄλογα ἐσθίει καὶ πίνει. Νεκρᾶς τοίνυν τῆς ψυχῆς κειμένης. τί τὸ ὄφελος τῆς βρώσεως καὶ τῆς πόσεως; Ὥσπερ γὰρ τοῦ σώματος κειμένου νεκροῦ, εὐανθὲς ἱμάτιον περιβεβλημένον οὐδὲν ὀνίνησιν, οὕτω καὶ σῶμα περικείμενον εὐανθὲς νεκρᾷ ψυχῇ οὐδὲν ὠφελεῖ. Ὅταν γὰρ ἀεὶ περὶ μαγείρων, περὶ τραπεζοποιῶν, περὶ σιτοποιῶν ὁ λόγος αὐτῇ γίνηται, καὶ μηδὲν εὐσεβὲς φθέγγηται, οὐχὶ τέθνηκε; Τί γάρ ἐστιν ἄνθρωπος, ἴδωμεν. Οἱ ἔξωθέν φασι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἡμεῖς δὲ μὴ ἀπ᾽ ἐκείνων τὸν ὅρον θώμεθα, ἀλλὰ πόθεν; Ἀπὸ τῆς θείας Γραφῆς. Ποῦ τοίνυν ἡ Γραφὴ ὅρον ἐξέθετο ἀνθρώπου; Ἄκουε λεγούσης αὐτῆς· Ἦν ἄνθρωπος δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Τοῦτο ἄνθρωπος. Καὶ πάλιν ἕτερός φησι· Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Τοὺς δὲ μὴ τοιούτους, κἂν νοῦ μετέχωσι, κἂν μυριάκις ἐπιστήμης ὦσι δεκτικοὶ, οὐκ οἶδεν ἡ Γραφὴ λέγειν ἀνθρώπους, ἀλλὰ κύνας, καὶ ἵππους, καὶ ἔχεις, καὶ ὄφεις, καὶ ἀλώπεκας, καὶ λύκους, καὶ εἴ τι τούτων ἀτιμότερον τῶν θηρίων· εἰ τοίνυν τοῦτο ἄνθρωπος, ὁ σπαταλῶν οὐκ ἄνθρωπος. Πῶς γὰρ, ὁ μηδὲν τούτων φροντίζων; οὐ γὰρ ἔνι σπατάλην ὁμοῦ καὶ νῆψιν συνελθεῖν· ταῦτα ἀλλήλων ἐστὶν ἀναιρετικά.