Καὶ ἐπῆρε Σαοὺλ τὴν φωνὴν αὐτοῦ, καὶ ἔκλαυσεν, καὶ εἶπε πρὸς Δαβίδ· Δίκαιος σὺ ὑπὲρ ἐμὲ, ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθὰ, ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά.» «Τεκταινόμενος ἀγαθὰ, ζητεῖ χάριν ἀγαθήν.» «Μὴ πλατύνου σοῖς χείλεσιν· μὴ εἴπῃς· Ὃν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, ὑπὲρ ὧν με ἠδίκησεν.» «Μὴ εἴπῃς· Τίσομαι τὸν ἐχθρόν· ἀλλ᾽ ὑπόμεινον τὸν Κύριον, ἵνα σε βοηθήσῃ.» «Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, καὶ ἐὰν διψᾷ, πότιζε αὐτόν. Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ Κύριος ἀνταποδώσει σοι ἀγαθά.» «Ὁδοὶ μνησικάκων εἰς θάνατον.» «Ὃς μνησικακεῖ, παράνομος.» «Ὁ κρύπτων ἔχθραν, συνίστησι δόλον.» «Κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ οὐ μὴ μνησικακῆτε ἐν ταῖς καρδίαις ὑμῶν. Κρῖμα δίκαιον κρίνατε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ.» «Ἐκζητήσατε τὸ καλὸν, καὶ μὴ πονηρὸν, καὶ ἔσται μεθ᾽ ὑμῶν Κύριος.» «Ἀκούσατε ῥῆμα Κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ. Εἴπατε, ἀδελφοί μου, τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ, καὶ ὀφθῇ ὑμῖν ἐν εὐφροσύνῃ ὑμῶν, καὶ ἐκεῖνοι αἰσχυνθήσονται.» «Ἐπὶ παντὸς ἀδικήματος μὴ μηνίσῃς τῷ πλησίον σου.» «Ἄφες ἀδίκημα τῷ πλησίον σου, καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται.» «Μνήσθητι τὰ ἔσχατά σου, καὶ παῦσαι ἐχθραίνων.» «Δάνεισον τῷ πλησίον σου κατὰ δύναμίν σου.» «