Ἡδὺς ἐκεῖνος φίλος, ὁ τὴν ψυχὴν διατρέφων. Γνήσιος φίλος, ὁ τὰς περιστάσεις κοινούμενος. Μέγιστον κτῆμα, φίλος ἀδιάπτωτος. Ὁ κατὰ Θεὸν φίλος, ῥέει γάλα καὶ μέλι τοῖς ἀληθέσι λόγοις αὐτοῦ. ΤΙΤΛ. Ηʹ. —Περὶ φίλων τραπέζης καὶ μοχθηρῶν. «Φίλοι ἀσεβεῖς μισοῦσι φίλους πτωχούς.» «Ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων, καὶ ἀπάγει αὐτοὺς εἰς ὁδοὺς οὐκ ἀγαθάς.» «Προφασίζεται ἀνὴρ βουλευόμενος ἀποχωρισθῆναι φίλων.» «Ῥόπαλον, καὶ μάχαιρα, καὶ τόξευμα ἠκονημένον ἀκίδωτον, οὕτως ἀνὴρ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ μαρτυρίαν ψευδῆ.» «Ὃς εὐλογεῖ πρωῒ φίλον μεγάλῃ φωνῇ, καταρωμένου οὐδὲν διαφέρει.» «Μὴ καταπιστεύετε ἐν φίλοις, μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις.» «Ἔστι φίλος ἐν καιρῷ αὑτοῦ, καὶ οὐ μὴ παραμείνῃ ἐν καιρῷ θλίψεως. Ἔστι φίλος κοινωνὸς τραπέζης, καὶ οὐ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεως· καὶ ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ.» «Ἔστι φίλος ὀνόματι μόνον φίλος.» «Εἰ κτᾶσαι φίλον, ἐν πειρασμῷ κτῆσαι αὐτὸν, καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ. Ἀντὶ φίλου μὴ γίνου ἐχθρός.» «Ἑταῖρος φίλου ἐν εὐφροσύνῃ ᾄδεται, καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι. Ἑταῖρος φίλῳ συμπονεῖ χάριν γαστρὸς, ἔναντι δὲ πολέμου λήψεται ἀσπίδα.» «Ἐὰν ἔχῃς, συμβιώσεταί σοι, καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ μὴ πονήσῃ. Χρείαν ἔσχεν σου, καὶ ἀπεπλάνησέν σε, καὶ προγελάσεταί σοι, καὶ δώσει σοι ἐλπίδα.