τὸ ἄρα πνεῦμά ἐστι τὸ ἐν τῷ θεῷ τυγχάνον καὶ οὐχ ἡμεῖς καθ’ ἑαυτούς· καὶ ὥσπερ υἱοὶ καὶ θεοὶ διὰ τὸν ἐν ἡμῖν λόγον, οὕτως ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ ἐσόμεθα καὶ νομισθησόμεθα ἓν γεγενῆσθαι διὰ τὸ ἐν ἡμῖν εἶναι τὸ πνεῦμα, ὅπερ ἐστὶν ἐν τῷ λόγῳ τῷ ὄντι ἐν τῷ πατρί. ὅτε γοῦν ἐκπίπτει τις ἀπὸ τοῦ πνεύματος διά τινα κακίαν, ἡ μὲν χάρις ἀμεταμέλητος διαμένει τοῖς βουλομένοις, κἄν τις ἐκπεσὼν μετανοῇ. οὐκέτι δὲ ἐν τῷ θεῷ ἐστιν ἐκεῖνος ὁ πεσὼν διὰ τὸ ἀποστῆναι ἀπ’ αὐτοῦ τὸ ἐν τῷ θεῷ ἅγιον καὶ παράκλητον πνεῦμα, ἀλλ’ ἐν ἐκείνῳ ἔσται ᾧ ἑαυτὸν ὑπέταξεν ὁ ἁμαρτάνων, ὡς ἐπὶ τοῦ Σαοὺλ γέγονεν· «ἀπέστη γὰρ ἀπ’ αὐτοῦ τὸ πνεῦμα τοῦ θεοῦ καὶ ἔθλιβεν αὐτὸν πνεῦμα πονηρόν». ταῦτα ἀκούοντας τοὺς θεομάχους ἔδει λοιπὸν ἐντρέπεσθαι καὶ μηκέτι ἑαυτοὺς ἀναπλάττειν ἴσα θεῷ. οὔτε δὲ νοοῦσιν—«ὁ» γὰρ «ἀσεβής», φησίν, «οὐ νοήσει γνῶσιν»—οὔτε λόγων εὐσεβῶν ἀνέχονται· βαρεῖς γὰρ αὐτοῖς εἰσι καὶ λεγόμενοι.