Ταῦτα δὲ οὐ περὶ κλεπτῶν μόνον εἴρηται, ἀλλὰ καὶ περὶ παντὸς ἁμαρτήματος· τὸ δὲ ἔσχατον τέθεικε τῶν πλημμελημάτων, ἵν᾽ εἰδῇς ὅτι ὁ ἐπὶ τῷ τοιούτῳ συγγνώμην οὐκ ἔχων, πολλῷ μᾶλλον ἐφ᾽ ἑτέρου οὐκ ἀπολαύσεται ταύτης τῆς παραμυθίας. Ἄκουσον γοῦν καὶ ἑξῆς τί φησι· Καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις· ἐπὶ τὸ μεῖζον ἐλθών. Πολλῷ γὰρ ἐκεῖνο τούτου ἔλαττον. Καί τις τῶν ἁμαρτημάτων τούτων σύγκρισιν ποιούμενος οὕτως ἔλεγεν· Οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων· κλέπτει γὰρ ἵνα τὴν ψυχὴν αὐτοῦ ἐμπλήσῃ πεινῶσαν. Εἰ τοίνυν τοῦτο ἀσύγγνωστον, πολλῷ μᾶλλον μοιχεία. Ἐνταῦθα δὲ μοιχείαν τὴν πορνείαν φησίν. Ἂν τοίνυν ἴδῃς τινὰ τῶν μετὰ σοῦ ἀγελαζομένων πορνεύοντα, καὶ μυστηρίοις προσερχόμενον, εἰπὲ τῷ διακονουμένῳ τῇ τούτων διανομῇ· Ὁ δεῖνα ἀνάξιος τῶν μυστηρίων, κώλυσον τὰς βεβήλους χεῖρας. Εἰ γὰρ μηδὲ διηγεῖσθαι τὰ δικαιώματα ἄξιος, ἐννόησον, οἷ προβήσεται τὰ τῆς κολάσεως αὐτῷ, ὅταν καὶ τῆς ἱερᾶς ἅπτηται τραπέζης, οὐκ αὐτῷ δὲ μόνον, ἀλλὰ καὶ τῷ συσκιάζοντι. Οὐ γὰρ εἶπε, Καὶ ἐμοίχευες, ἀλλὰ, Μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις. Βαβαὶ, ἡλίκον ἐστὶ κακὸν ἐκ τοῦ περιστέλλειν τῶν ἄλλων τὰς σηπεδόνας, ὅπου γε καὶ κοινωνὸν αὐτόν φησιν εἶναι τῆς ἐπὶ τῷ πλημμελήματι τιμωρίας, καὶ οὐκ ἔλαττον ἢ ἐκεῖνος.