Δι᾽ ὧν ἔστιν ἰδεῖν ἀκορέστως ἐχούσας εἰς ὡραϊσμοὺς, καὶ εἰς φρόνημα τὸ φιλόκοσμον, μᾶλλον ἤδη τὸ φιλόπορνον.
Γυναιξὶ μὲν γὰρ ταῖς ἀγαθαῖς τὴν φρένα, καὶ κοσμιότητος φίλαις ἐχθρά που πάντως ἐστὶ τὰ τοιάδε τῶν ἐπιτηδευμάτων, καὶ τὰ δι᾽ ὧν ἂν εἶεν ἐν ἀσέμνῳ σχήματι φευκτὰ καὶ μεμισημένα, τέθεινται δὲ μᾶλλον, τὸ δεῖν ἐπαινεῖσθαι διὰ πράξεων ἀγαθῶν. Ταῖς γε μὴν ἑταίραις αἷς ἂν ὁρῷτο φίλον τὸ ἑταιρίζεσθαι καὶ πασχητιᾷν πρὸς πᾶν τοὐναντίον μετακεχώρηκεν ὁ νοῦς, καὶ τὰ τῆς προθυμίας αὐταῖς ἐξ ἀντιστρόφου φέρεται. Ἐν σπουδῇ δὲ πάσῃ τὸ ὡραΐζεσθαι, καὶ πανταχόθεν συλλέγειν τὰ εἰς τοῦτο χρήσιμα. Καὶ πρέποι ἂν ἑκάστῃ τῶν τοιούτων ἀκούειν· Ἀνεπτερωμένη δέ ἐστι καὶ ἄσωτος. Μέμνηται δὲ τῆς οὕτως ἀσέμνου καὶ σεσοβημένης καὶ ὁ Σολομὼν λέγων· «Τὴν γυναῖκα ἥτις ἐστὶ θήρευμα καὶ σαγῆναι καρδία αὐτῆς, δεσμὸς εἰς χεῖρας αὐτῆς· ἀγαθὸς πρὸ προσώπου Θεοῦ ἐξαιρεθήσεται ἀπ᾽ αὐτῆς, καὶ ἁμαρτάνων συλληφθήσεται ἐν αὐτῇ.» Καὶ ταυτὶ μὲν ἡμῖν εἴς γε τὸ παρὸν εἰρήσεται περὶ γυναικῶν ἀσέμνων καὶ πονηρῶν. Ἰστέον δὲ ὅτι διὰ φωνῆς Ἰεζεχιὴλ, πρὸς τὴν Ἰουδαίων Συναγωγὴν διαλέγεται Θεὸς, ὡς πρὸς μίαν γυναῖκα· ἣν καὶ κόσμῳ ποικίλῳ κατακαλλῦναί φησιν. Ἔχει δὲ οὕτω περὶ αὐτῆς γεγραμμένα· «Καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ, καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου, καὶ ὤμοσά σοι.