Ὁ δὲ ἐπηκολούθησε κεπφωθεὶς, καὶ ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται, καὶ ὥσπερ κύων ἐπὶ δεσμὸν, ἢ ὡς ἔλαφος πεπληγὼς εἰς τὸ ἧπαρ, σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα, οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει. Πολλοὺς τρώσασα καταβέβληκε, καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν. Ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς, κατάγουσαι εἰς ταμεῖα θανάτου.» «Ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑὸς, οὕτως γυναικὶ κακόφρονι κάλλος.» «Γυνὴ ἄφρων καὶ θρασεία, ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην. Ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου, ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν. Ὅς ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρός με, ἐνδεὴς δὲ φρονήσεως, παρακελεύομαι, λέγουσα· Ἄρτων κρυφίων ἡδέως ἅψασθε, καὶ ὕδατος κλοπῆς γλυκεροῦ πίεσθε. Ὁ δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ᾽ αὐτῇ ὀλοῦνται, καὶ εἰς πέταυρον ᾅδου συναντᾷ.» «Ὥσπερ σκώληξ ἐν ξύλῳ, οὕτως ἄνδρα ἀπόλλυσι γυνὴ κακοποιός.» «Ὁ κατέχων μοιχαλίδα, ἄφρων καὶ ἀσεβής.» «Κρεῖσσον οἰκεῖν ἐν ἐρήμῳ, ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου.» «Σταγόνες ἐκβάλλουσιν ἄνθρωπον ἐν ἡμέρᾳ χειμερινῇ ἐκ τοῦ οἴκου αὐτοῦ, ὡσαύτως καὶ γυνὴ λοίδορος ἐκ τοῦ ἰδίου οἴκου ἄνδρα ἐκβάλλει.» «Ἀπὸ τῆς συγκοίτου σου φύλαξαι, τοῦ ἀναθέσθαι αὐτῇ τι ποιεῖν.» «Μὴ δῷς γυναικὶ τὴν ψυχήν σου, μὴ ὑπάντα ἑταιριζομένῃ. Μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε.