Θεωρῶν γὰρ τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ, τὴν ἐπὶ τὸν ἄπιστον λαὸν τῶν Ἰουδαίων γεγενημένην, τὸν μὴ δεξάμενον τὸν ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν κηρυττόμενον, δικαίως μὲν δι᾽ ἀπιστίαν τιμωρούμενον, δικαίως δὲ καὶ ἐκ τῆς νόμου ἐπαγγελίας ἀποστερούμενον· ὁρῶν δὲ καὶ τὸν ἐξ ἐθνῶν λαὸν ἐν ἐλέει σωζόμενον, διὰ τὸ εὐπειθὲς τῆς περὶ τὸν Δεσπότην ὑπακοῆς τε καὶ πίστεως, προαναφωνεῖ, ἡδείᾳ φωνῇ καὶ γλυκείᾳ τὴν ἀγαθότητα τοῦ Δεσπότου τοῖς πᾶσι παρατιθέμενος· ἵν᾽ ἕκαστος ἐπὶ γλώσσης φέρων τὸ ᾆσμα, καὶ ἡδυφώνως ἀναφθεγγόμενος τὴν ἐν τῷ ᾄσματι μελῳδίαν, ἀειμνημόνευτον ἔχῃ τῆς Δεσποτικῆς εὐεργεσίας τὴν χάριν. Ἔλεον, φησὶ, καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Καλὸν οὖν καὶ ἡμᾶς ᾄδειν ἀδιαλείπτως τὸ ᾆσμα τοῦτο, ἵν᾽ ὁμοῦ ἐπὶ τὸ αὐτὸ εὐχάριστοι γενώμεθα περὶ τὸν εὐεργέτην Θεὸν, καὶ τὸν ἑαυτῶν βίον διορθώμεθα, ἐλέει καὶ κρίσει τὰ πάντα διαπραττόμενοι. Ποιεῖτε γὰρ, φησὶν, ἔλεον καὶ κρίσιν ἐν μέσῳ τῆς γῆς· Διότι ἔλεον θέλω, καὶ οὐ θυσίαν, λέγει Κύριος. Ἀλλὰ καὶ, Ἔλεον, φησὶ, ποιεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ κρῖμα δίκαιον κατευθύνετε, ὅτι ἐν τούτοις τὸ θέλημά μου, λέγει Κύριος.