ΨΑΛΜΟΣ Τῼ ΔΑΥΙΔ. Ρʹ. Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε· ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ, πότε ἥξεις πρὸς μέ; Ἤτοι τὸν σὸν ἔλεον καὶ τὴν σὴν κρίσιν ᾄσομαι, τὸν τρόπον διεξιὼν καθ᾽ ὃν πέφυκας, οὐ πρῶτον κρίνειν, ἔπειτα ἐλεεῖν· ἀλλὰ πρῶτον ἐλεεῖν, ἔπειτα κρίνειν, καὶ μετὰ φιλανθρωπίας καὶ ἐλέους ποιεῖσθαι τὰς ἀποφάσεις. ᾟ ἐγὼ αὐτὸς, ἔλεος ποιῶν καὶ κρίσιν ἐπὶ τοὺς πλησίον, θαῤῥῶ παριέναι ἐπὶ τῷ ᾄδειν σοι καὶ ψάλλειν. Συνιεὶς γοῦν ὅπως χρὴ τοῦτο ποιεῖν, τὰς ἐμαυτοῦ ὁδοὺς ἀμώμους καὶ ἀμέμπτους φυλάττω, πεπεισμένος τοῦτον τὸν τρόπον ἀρεσκόντως σοι δι᾽ ἔργων ἀγαθῶν ψάλλειν. Λοιπὸν οὖν ἧκε πρὸς μὲ, ὦ Κύριε, ἕτοιμον εὑρήσων παρ᾽ ἐμοὶ μονήν· ἐπειδήπερ πάντα μοι τὰ καλὰ παρεσκεύασται, περιμένοντι πότε ἥξεις πρὸς μέ. Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου. Οὐ προεθέμην πρὸ ὀφθαλμῶν πρᾶγμα παράνομον· ποιοῦντας παραβάσεις ἐμίσησα. Οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων σχηματιζόμενοι κατὰ τὰς ἀγορὰς σεμνοὶ φαίνονται καὶ ἐπιεικεῖς· ἐν δὲ ταῖς ἑαυτῶν οἰκίαις, οὐκέτι κρύπτοντες τὸν ἑαυτῶν τρόπον, ἐλέγχονται φαῦλοί τινες ὄντες· ἐγὼ δὲ, φησὶν, ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου ἐπορεύθην, οὐκ ἔχων ἔσωθεν ἐκ τῆς καρδίας μου ἐξιόντας διαλογισμοὺς πονηρούς.