Τίς δὲ ἡ εὐκαιρία; Ἡ τῶν ἐν αὐτῇ μυστηρίων ὑπόθεσις. «Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου.» Αἴτιον τούτων τὸ ἀπὸ τῆς Σιὼν εἰς πᾶσαν γενόμενον τὴν οἰκουμένην κήρυγμα. Καλῶς δέ, φοβηθήσονται, εἶπε. Τότε γὰρ αὐτοῦ τὸν φόβον τὰ ἔθνη οὐκ ἐκέκτηντο· ἀφ’ οὗ δὲ τοῖς ἀποστόλοις προσέταξε, Μαθητεύσατε πάντα τὰ ἔθνη, ἀλλὰ μὴν καὶ οἱ βασιλεῖς τῆς γῆς, οὐ τινές, ἀλλὰ πάντες. Διόπερ ἐρεῖς μετὰ τῶν βασιλέων καὶ τοὺς δικαίους λέγεσθαι· αὐτοχειροτόνητοι γὰρ οὗτοι, μᾶλλον δὲ παρὰ Θεοῦ χειροτονηθέντες βασιλεῖς, διὰ τὸ δεσπόζειν τῶν ἡδονῶν, καὶ φυλάξαι τὴν βασιλικὴν εἰκόνα τυγχάνουσιν. «Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιών.» Θεωρεῖς ὅπως αἴτιον τῆς τῶν βασιλέων ὑποταγῆς καὶ τῆς τῶν ἐθνῶν ἐπιγνώσεως ἡ τῆς Σιὼν οἰκοδομή· ἥνπερ αὐτήν, οὐ λίθοις, ἀλλὰ θαύμασι καὶ χάρισι πνευματικοῖς καὶ μυστηρίοις ἐνδόξοις ᾠκοδόμησεν. «Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν.» Ταπεινοὺς σαφῶς λέγει τοὺς ταπεινόφρονας· περὶ ὧν αὐτὸς ὁ Κύριος ἔλεγεν· Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινόν, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; ὥστε τοὺς ἀποστόλους αἰνίττεται. «Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν.» Αὕτη· τίς; Ἡ Σιὼν εἰς γενεὰν ἑτέραν τὴν τῶν ἐθνῶν. Ἀπευδοκησάντων γὰρ αὐτὴν τῶν Ἰουδαίων, ἐπειδὴ τὸ ἐν αὐτῇ μυστήριον οὐκ ἐδέξαντο, μήτηρ εἰκότως τῶν ἐθνῶν καταγέγραπται, περὶ ὧν ἁρμόττει τὰ ἐπαγόμενα. «