Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν. Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον· ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε, τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων, τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου, καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερουσαλήμ. Ἐν τῷ συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ, καὶ βασιλεῖς τοῦ δουλεύειν τῷ Κυρίῳ. Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ· Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου. Ὑψηλότερον δὲ δοκεῖ μοι διὰ τούτων ὁ προφητικὸς χορὸς σημαίνειν τὴν διὰ τοῦ Σωτῆρος ἡμῶν κλῆσιν τῶν ἐθνῶν· ἀποκλαίεσθαι δὲ, ὅτι μὴ καὶ αὐτοὶ ἔτυχον ταύτης. Ἐν γὰρ τῇ τῶν μελλόντων ἀγαθῶν παρουσίᾳ, ὅτε τὰ ἔθνη καὶ οἱ τούτων βασιλεῖς λατρεύσουσιν, οὐκέτι τοῖς πατρῴοις δαίμοσι, ἀλλὰ τῷ Κυρίῳ· ἐν αὐτῷ δὴ τῷ τοιούτῳ καιρῷ, τὴν ἐμὴν, φησὶν, ἰσχὺν ἐκάκωσεν ὁ Κύριος, κολοβῶσαι τὰς ἡμέρας, ὡς μὴ φθάσαι κἀμὲ εἰς ἐκεῖνον τὸν καιρόν. Ὁ προφητικὸς μὲν οὖν ἐστι χορὸς ὁ ἀποκρινόμενος, ἤτοι ἐρωτῶν καὶ λέγων πρὸς τὸν Θεὸν ὁποῖος ἔσται ὁ ἡμέτερος βίος. Ηὔχετο γὰρ μαθεῖν εἰ φθάσειεν εἰς ἐκείνας τὰς ἡμέρας ἡ ζωὴ αὐτοῦ, καθ᾽ ἃς ἔμελλεν ἐνανθρωπήσας ἐπὶ γῆς φαίνεσθαι ὁ Μονογενής.