Κατ᾽ ἀρχὰς τὴν γῆν σὺ, Κύριε, ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις. Εἰ μὲν γὰρ οὐ συνῆσθα, φησὶ, κατ᾽ ἀρχὰς, ὦ Κύριε, καὶ εἰ μὴ ἔργα τῶν χειρῶν σου ὑπῆρχον οἱ οὐρανοὶ, οὐχ οἷόν τε ἦν αὐτὰ μετατεθῆναι, οὐδὲ εἰς μεταβολὴν ἐλθεῖν· εἰ γὰρ ἀγένητα ἦν, ἔμειναν ἂν καὶ ἀτελεύτητα· νῦν δὲ, ἐπεὶ ποιητὴς αὐτῶν γέγονας, δυνατὸς εἶ καὶ παραγαγεῖν αὐτὰ θελήσας· φύσεως γὰρ ὑπάρχουσι φθαρτῆς καὶ ἀπολλυμένης· ὅτι, καὶ μὴ πρότερον ὄντα, σῇ βουλῇ καὶ δυνάμει γέγονεν. Ἓν γάρ ἐστι μένον ἀεὶ, καὶ οὔποτε δυνάμενον μὴ εἶναι, δηλαδὴ σὺ αὐτὸς ὁ μόνος τῶν ὅλων ποιητής. Καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἑλιχθήσονται. Καὶ οἱ οὐρανοὶ δὲ, εἰ καὶ μέγα καὶ ἐξαίρετόν τι τυγχάνουσι κτίσμα, ἀλλ᾽ ὅμως καὶ αὐτοὶ ὑποβληθήσονται φθορᾷ· ἡ δὲ φθορὰ αὕτη γενήσεται αὐτοῖς εἰς ἀνακαινισμὸν, καὶ συστελεῖς αὐτοὺς εὐχερῶς οὕτως ὡς ἑλίσσει τις περιβόλαιον· ἑλιχθήσονται γὰρ εἰς βέλτιον σχῆμα μεταβαλλόμενοι, καὶ ἀλλαγήσονται, καὶ τροπὴν ἀγαθὴν ὑπομενοῦσι τὴν ἀπὸ τῆς παλαιότητος ἐπὶ τὴν ἀνακαίνισιν καὶ τὴν ἀφθαρσίαν. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται.