Πτωχὸν γὰρ καλεῖ τὸν τῆς θείας ἐνδεῆ προμηθείας, συμβάλλων αὐτὸν τῷ μακαριζομένῳ κατὰ τὸ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Πᾶς τοιγαροῦν τῷ Θεῷ ἀνακείμενος, πτωχεύων ἐν τοῖς τοῦ βίου πράγμασι. παρὰ δὲ τῷ Θεῷ πλουτῶν, ἀκηδιᾷ λυπούμενος, ἢ, Ἀθυμεῖ, κατὰ τὸν Σύμμαχον, ἐπὶ τῇ τῶν πολλῶν κακίᾳ τε καὶ ἀπωλείᾳ· οἷος ἦν ὁ λέγων· Οἴμοι, ψυχή! ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει· καὶ ὁ εἰπὼν, Οὐκ ἔστι ποιῶν χρηστότητα. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω. Ἡ μὲν προσευχὴ τὴν ἱκετηρίαν δηλοῖ τὴν πρὸς τὸν Θεὸν, καὶ τὴν παράκλησιν· ἡ δὲ δέησις τὴν αἴτησιν τὴν περὶ ὧν βούλεται αὐτῷ δεομένῳ παρασχεθῆναι. Λέγει δέ· Δέξαι μου τὴν ἱκετηρίαν, ὦ Δέσποτα, καὶ ποτνιωμένῳ τὴν σὴν βοήθειαν ὄρεξον. Τὴν γὰρ κραυγὴν, Οἰμωγὴν ὁ Σύμμαχος εἴρηκεν. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ. Ἀποστρέφει ὁ Θεὸς τὸ πρώσωπον αὐτοῦ ἀπό τινων προσευχομένων κατὰ τρόπους πλείονας· ἤτοι τῶν αἰτουμένων μὴ παρακαλούντων λαβεῖν ἃ πρέπει Θεῷ χαρίζεσθαι, καὶ αὐτοῖς λυσιτελεῖ λαβεῖν· ἢ τῷ μὲν, ἃ ἁρμόζει Θεῷ παρέχειν, αἰτεῖσθαι μὴ μὴν αὐτοὺς καιρὸν ἔχειν τὸ ὠφελίμως χωρῆσαι ταῦτα. Εἰσὶ δὲ καὶ οἱ ἐπὶ τὸ ἁμαρτάνειν τυχεῖν τινων ἀξιοῦντες. Ὁ ἅγιος οὖν παρακαλῶν λέγει· Μὴ εἴη τοιαῦτά με αἰτῆσαι, ἐφ᾽ οἷς ἀνανεύσας ἀποστρέφεις ἀπ᾽ ἐμοῦ τὸ πρόσωπον.