Ταῦτα καὶ τὰ τοιαῦτα Θεοῦ τοῦ ἀγαθοῦ χάριτι, τοῦ θέλοντος μὲν πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, διδάσκοντος δὲ ἄνθρωπον γνῶσιν, καταμαθὼν ἐν ταῖς θεοπνεύστοις Γραφαῖς, καὶ γνωρίσας μὲν τὴν φρικωδεστάτην αἰτίαν τῆς τοιαύτης τῶν πολλῶν πρός τε ἀλλήλους καὶ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διαφωνίας, παιδευθεὶς δὲ τὸ φοβερὸν ἐκεῖνο κρῖμα τῆς τοσαύτης παρανομίας, διδαχθεὶς δὲ καὶ πᾶσαν παρακοὴν παντὸς κρίματος Θεοῦ ἐπίσης ἐκδικεῖσθαι· ἔτι δὲ καὶ τὸ φοβερὸν ἐκεῖνο κρῖμα καταμαθὼν, τὸ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας μὲν, παραπολαύσαντας δὲ ὅμως τῆς ὀργῆς, διὰ τὸ μὴ τὸν ἀγαθὸν ζῆλον κατὰ τῶν ἡμαρτηκότων ἐπιδείξασθαι, καίτοι πολλάκις μηδὲ συνεγνωκότας τὸ ἁμάρτημα· ἀναγκαῖον ἐλογισάμην, εἰ καὶ ὀψὲ τοῦ καιροῦ, διὰ τὸ ἀναμένειν ἀεὶ τοὺς τὸν αὐτὸν ἀγῶνα τῆς θεοσεβείας ἀνειληφότας, καὶ μὴ θαῤῥεῖν ἑαυτῷ μόνῳ, ἀλλ᾽ οὐκ ἀκαίρως γε τάχα, νῦν γοῦν πρὸς ὑπόμνησιν τοῖς ἀγωνιζομένοις τὸν ἀγῶνα τῆς θεοσεβείας, ἀναλεξάμενος ἐκ τῶν θεοπνεύστων Γραφῶν τά τε ἀπαρέσκοντα τῷ Θεῷ, καὶ οἷς εὐαρεστεῖται παραθέσθαι, ὡς ἂν οἷός τε ὦ, κατ᾽ εὐχὰς κοινάς· ἵνα καταξιωθῶμεν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διδασκαλίᾳ τοῦ ἁγίου Πνεύματος, ἀποπηδήσαντες μὲν τῆς τε τῶν ἰδίων θελημάτων συνηθείας, καὶ τῆς τῶν ἀνθρωπίνων παραδόσεων παρατηρήσεως· στοιχήσαντες δὲ τῷ Εὐαγγελίῳ τοῦ μακαρίου Θεοῦ Ἰησοῦ Χριστοῦ, τοῦ Κυρίου ἡμῶν, καὶ κατὰ τὸν καιρὸν τὸν παρόντα εὐαρέστως αὐτῷ ζήσαντες διά τε σφοδροτέρας ἀναχωρήσεως τῶν κεκωλυμένων καὶ σπουδαιοτέρας ἐπιμελείας τῶν ἐγκεκριμένων, ἐν τῷ μέλλοντι αἰῶνι τῆς ἀθανασίας φυγεῖν μὲν τὴν ὀργὴν τὴν ἐπερχομένην ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας δυναίμεθα, ἄξιοι δὲ εὑρεθῆναι τῆς αἰωνίου ζωῆς, καὶ ἐπουρανίου βασιλείας τῆς ἐπηγγελμένης παρὰ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ πᾶσι Τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, τοῦ ποιῆσαι αὐτάς.