Προσκυνεῖ δὲ σύμπαντα τὸν Δημιουργὸν, καὶ ἀκαταλήκτοις εὐφημίαις τὸν τῶν ὅλων Δεσπότην καταγεραίροντα, διὰ πάσης ἄν τις ἴδοι τῆς θεοπνεύστου Γραφῆς. Καὶ γοῦν ὁ θεσπέσιος προφήτης Ἡσαΐας, «Εἶδον, φησὶ, τὸν Κύριον Σαββαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ Σαραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί. Καὶ ταῖς μὲν δυσὶ, κατεκάλυπτον τὸ πρόσωπον, καὶ ταῖς δυσὶ, τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέτοντο· καὶ ἀμοιβαδὸν ἀντηχοῦντα, φησὶν, ἀλλήλοις, ἅγιον ἐπεκάλουν τὸν τῶν δυνάμεων Κύριον.» Τοῦτο γὰρ σημαίνει τὸ Σαββαὼθ. Ἄθρει δὴ οὖν, ὅπως αἱ ἀνωτάτω δυνάμεις ἅγιαί τε καὶ λογικαὶ, τουτέστι τὰ Σεραφὶμ, μέτρον ἔχοντα τὸ δουλοπρεπὲς, τὸν θεῖον περι[ι]στᾶσι θρόνον, καθάπερ ἐν ὀφλήματος τάξει τὰς εὐφημίας ἀποτιννύοντα. Ἆρ᾽ οὖν ἐρήσομαι, ὦ γενναῖε, τίνι μὲν ἂν πρέποι τὸ ἐπὶ θρόνου καθίζειν ὑψηλοῦ καὶ ἐπηρμένου; τίνι δ᾽ ἂν τὸ παρεστάναι καὶ λειτουργεῖν; Ἀλλ᾽ οἶμαί που πάντως ἐκεῖνο ἐρεῖν, ἐξ αὐτοῦ τοῦ πράγματος ἀναπεπεισμένον· ὅτι τεκμηριοῖ μὲν ἡ κάθησις τὸ ἀξίωμα τὸ δεσποτικόν· μέτρον γε μὴν τὸ δουλοπρεπὲς, ἡ παράστασις. Σύνδρομον δὲ τοῖς Ἡσαΐου λόγοις, καὶ αὐτὸν εὑρήσομεν τὸν μακάριον Δαβίδ· «Κύριος γὰρ, φησὶν, ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόσει.»