τὸ δὲ ἴδιον τοῦ λόγου ἐρωδιός (ἀρωδιός) ἐστι πετεινὸν μέγα ἐν ἐκείνῳ τῷ τόπῳ καὶ οἱ στρουθοὶ ἀεὶ ἀκολουθοῦσιν αὐτῷ, ὡς φιλοῦντες αὐτόν. ὄρη Τέρπονται γὰρ αἱ ἔλαφοι ἐν τοῖς ὑψηλοῖς ὄρεσιν· ὄρη δέ εἰσι τὰ δόγματα τῶν προφητῶν, ἐν οἷς αἱ ἱεραὶ ἔλαφοι τοῦ λόγου, οἱ ἀπόστολοι, ὑπερπηδήσαντες ἐφώτισαν τὴν οἰκουμένην. πέτρα Τοῖς ἀνθρώποις, ὧν ὁ βίος ἐλαφρὸς ὡς σκιά, τούτοις καταφυγὴ καὶ σωτηρία ἡ πέτρα ἐγένετο, ἐν ᾗ ἐσταυρώθη ὁ Χριστός. ἐποίησεν Τὴν ἐκκλησίαν λέγει, ὡς φωτίζουσαν τὸν ἄνθρωπον, ἥτις κατὰ καιρὸν γεννῶσα τοὺς ἀνθρώπους οὐ παύεται. ὁ ἥλιος Ὁ Χριστός, ὁ ἥλιος τῆς δικαιοσύνης, ἡνίκα κατέδυσεν ἐν τῷ ᾅδῃ, ἵνα σκυλεύσῃ αὐτόν. ἔθου Τὸ σκότος λέγει, τὸ γενόμενον ἐπὶ τοῦ πάθους, ἡνίκα ἦν ὁ Χριστὸς ἐπὶ τοῦ σταυροῦ. εἰς τάξιν γὰρ νυκτός ἐστιν (ἐτάγη). ἐν αὐτῇ Ὁ πιστὸς λαός, ὁ ἐξ ἐθνῶν, ὡς θηρία δρυμοῦ τῇ συνοχῇ (ἐνοχῇ) τῶν εἰδώλων, τῷ πάθει (τὸ πάθος) τοῦ Χριστοῦ πιστεύσαντες (πιστεύσαντα), διῆλθον εἰς τὸ φῶς τῆς πίστεως <ἀληθείας>. σκύμνοι Ἐλίμωσσον γὰρ καὶ ὠρύοντο τοῦ εὑρεῖν τὸν ἄρτον τῆς ζωῆς, καὶ εὑρόντες ἥρπασαν καὶ τρέφονται ἐν αὐτῷ. ἀνέτειλεν Ὁ Χριστός, ἐγερθεὶς ἐκ νεκρῶν, ὡς ἥλιος συνῆξε τοὺς διεσκορπισμένους εἰς ἕνα συνδεσμὸν τῆς πίστεως καὶ εἰρήνης. καὶ ἐν ταῖς μάνδραις Ἐν ταῖς ἐκκλησίαις κοιτασθήσονται, τουτέστιν ἡσυχάζειν στέρξουσι.