τὸ πῶς εἰπεῖν οὐκ ἔχω σου φωτὸς τὰς ἐνεργείας, πλὴν τοῦτο ἔργῳ ἔγνωκα καὶ γινώσκω, θεέ μου, ὅτι κἂν νόσῳ, δέσποτα, κἂν θλίψεσι κἂν λύπαις κἂν ἐν δεσμοῖς κἂν ἐν λιμῷ κἂν φυλακῇ κρατῶμαι, κἂν δεινοτέροις ἀλγεινοῖς συνέχωμαι, Χριστέ μου, τὸ φῶς σου λάμψαν ἅπαντα ὡς σκότος ἀπελαύνει καὶ ἐν ἀνέσει καὶ φωτὶ καὶ φωτὸς ἀπολαύσει αἴφνης ποιεῖ με γίνεσθαι τὸ πνεῦμά σου τὸ θεῖον· τὰς θλίψεις ἔγνων ὡς καπνόν, τοὺς λογισμοὺς ὡς σκότος ὡς βέλη τε τοὺς πειρασμούς, τὰς μερίμνας ὡς ζόφον, ὡς δὲ θηρία τὰ πάθη χρηματίζοντα, λόγε, ἐξ ὧν με ἠλευθέρωσας, ἐξ ὧν ἐρρύσω πάλαι κατὰ μικρὸν ἐκλάμψας σου φῶς ἐν ἐμοὶ τὸ θεῖον· καὶ νῦν ἐν μέσῳ τούτων ὄντα με, Χριστέ, θεέ μου, διαφυλάττεις ἄτρωτον σκέπων με τῷ φωτί σου· ἐπεὶ δὲ πταίω πάμπολλα καθ’ ὥραν ἁμαρτάνων, ἐπεὶ δὲ κατεπαίρομαι, ἐπεί σε παροργίζω, δέομαι τῆς εὐσπλάγχνου σου παιδεύσεως, Χριστέ μου, ἣν καὶ σφοδρῶς αἰσθάνομαι ἐν ἐμοὶ γινομένην ὑποχωρήσει τοῦ θείου φωτὸς τοῦ σκέποντός με· ὡς γὰρ ἡλίου δύναντος νὺξ γίνεται καὶ σκότος καὶ ἐξίασιν ἅπαντα πρὸς βρῶσιν τὰ θηρία, οὕτως ἀποσκεπάζον με, ὦ θεέ μου, τὸ φῶς σου εὐθὺς τοῦ βίου σκότος με θάλασσα λογισμῶν τε περικαλύπτει καὶ παθῶν θηρία κατεσθίει, καὶ βέλεσι τιτρώσκομαι τῶν λογισμῶν ἁπάντων· ἐπὰν δὲ πάλιν σπλαγχνισθῇς, ἐπὰν κατελεήσῃς, ἐπὰν ἐπακροάσῃ τε τῶν γοερῶν μου θρήνων καὶ στεναγμοὺς ἐνωτισθῇς καὶ δάκρυα προσδέξῃ καὶ ἐπὶ τὴν ταπείνωσιν ἐπιβλέψαι θελήσῃς ἐμοῦ τοῦ ἁμαρτήσαντος ἀσύγγνωστα, Χριστέ μου, ἀπὸ μακρόθεν ὡς ἀστὴρ ἀνατέλλων ὁρᾶσαι, πλατύνεσαι κατὰ μικρόν, οὐκ αὐτὸς τοῦτο πάσχων, ἀλλὰ τὸν νοῦν τοῦ δούλου σου διανοίγων τοῦ βλέπειν· μειζόνως ὥσπερ ἥλιος κατ’ ὀλίγον ὁρᾶσαι· καὶ γὰρ τοῦ σκότους φεύγοντος καὶ ἀφανιζομένου ἔρχεσθαί σε λογίζομαι τὸν πανταχοῦ παρόντα, ὅτε δὲ ὅλον ὡς τὸ πρὶν περικυκλώσεις, σῶτερ, ὅτε ὅλον σκεπάσεις με, ὅλον με περιλάβῃς, ἐλευθεροῦμαι τῶν κακῶν, λυτροῦμαι καὶ τοῦ σκότους καὶ πειρασμῶν καὶ τῶν παθῶν καὶ λογισμῶν ἁπάντων· πληροῦμαι γὰρ χρηστότητος, πληροῦμαι εὐφροσύνης καὶ κατεμπίμπλαμαι χαρᾶς, ἀφάτου θυμηδίας ὁρῶν φρικτὰ μυστήρια, ὁρῶν θαύματα ξένα, ὁρῶν ἃ οὐ τεθέαται ὀφθαλμὸς οὐδὲ βλέψαι ἀνθρώπου ἐξισχύσειεν, ἀλλ’ οὐδὲ οὖς ἀκοῦσαι, ἐπὶ καρδίαν δὲ βροτῶν οὐκ ἀνέβη οὐδ’ ὅλως· καὶ καταπλήττομαι σφοδρῶς, ἐξίσταμαι ἐν τούτοις καὶ πάντων τῶν ἐπὶ τῆς γῆς ὅλως ἀλλοτριοῦμαι ἀκαταπαύστοις ἐν φωναῖς ἀνυμνῶν σε, θεέ μου, κατανοῶν ἐν ἐμαυτῷ ἀλλοίωσιν τὴν ξένην καὶ τρόπον ἀντιλήψεως χειρὸς παντοδυνάμου, πῶς λάμψει μόνου σου φωτὸς καὶ τῇ ἐπιφανείᾳ πᾶσαν λύπην ἐδίωξας, ἐξήρπασας τοῦ κόσμου καὶ ἑνωθείς μοι μυστικῶς εἰς οὐρανὸν εὐθύς με ἀποκατέστησας ἐκεῖ, ἔνθα οὐκ ἔστι λύπη, οὐ στεναγμός, οὐ δάκρυον, οὐκ ὄφις δάκνων πτέρναν, καὶ ἔδειξας ἀκάματον, ἀταλαίπωρον τρίβον, τὴν ἐναντίαν, τὴν στενήν, τὴν δύσβατον ἀνθρώποις, ἢ ἀληθέστερον εἰπεῖν, ἄβατον πᾶσιν οὖσαν· τίς γάρ ποτε ἐξίσχυσεν ἢ τίς ποτε ἰσχύσει ἀνθρώπων εἰς τὸν οὐρανὸν ἐν σώματι γενέσθαι ἢ καὶ χωρὶς τοῦ σώματος, ποίοις πτεροῖς πετάσας;