Ὀφείλει τοίνυν, ὡς μὲν πλοῖον, τὰ κύματα τοῦ θαλαττώδους βίου στέγων καὶ ἀποκρουόμενος, εὐθὺ πρὸς ἀκύμαντον καὶ σωτήριον ὅρμον διαπερᾶν, τῇ πανσθενεῖ χειρὶ ἰθυνόμενος· ὡς δὲ οἰκία τὸν ἔνοικον, τό γε εἰς αὐτὸν ἦκον, καὶ περιθάλπειν καὶ ἀναπαύειν (ἵν’ οὕτως εἴπω) Θεόν· ὡς δὲ δικαστήριον, ἐν τούτῳ μάλιστα καὶ τηρεῖσθαι δι’ ὅλου, καὶ ἐκεῖ διοικεῖσθαι τὸ δίκαιον· ὡς δὲ πόλις, ἀνάλωτος εἶναι ταῖς ἐφόδοις τῶν ἀντιθέων ἐχθρῶν· ὡς δὲ φυτόν, καρποὺς προσάγειν τῷ φυτουργήσαντι ἀρεστούς· ὡς μέντοι γε γῇ, καλὰ διὰ πασῶν τῶν αἰσθήσεων βλαστήματα ἐκφύειν ἀεί· ὡς δὲ οὐρανός, φωτίζειν τοὺς πάντας τοῖς καλοῖς ἔργοις ὡς ἄστρασιν· ὡς δὲ μαθήματα πάντα, διὰ πάντων ἅπαντας εἰς ἀγαθὰ ποδηγεῖν· ὡς δέ γε παντὶ κτίσματι κατά τι παρόμοιος, διά τε σώματος καὶ πνεύματος εὐφραίνειν τὸν κτίσαντα, καὶ πρὸς τὰ λοιπὰ τῶν κτισμάτων ἀποσκοπῶν· εὐφραίνεται γὰρ Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ· ὡς δὲ Θεὸς χάριτι πρὸς τὸ πρωτότυπον, ὅσον οἷόν τε ἀφορᾶν, μιμούμενος τοῦτο, καὶ ὁμοιούμενος ταῖς θεουργικαῖς πράξεσιν· οὕτω γὰρ μέγας κόσμος, ἐν μικρῷ τῷδε κόσμῳ οὗτος φανήσεται· καὶ εἰκὼν Θεοῦ ἔσται· καὶ τὴν κλῆσιν ἕξει τοῖς ἔργοις ἀκόλουθον.