Αὐτὴν γὰρ ἐφ᾽ ἑαυτὴν ἑδράσας δέδωκεν αὐτῇ τὸ ἀκίνητον· καὶ τοῦτον διαμένει τὸν τρόπον, ἐφ᾽ ὅσον ἂν αὐτὸς ἐθελήσῃ. Οὕτω καὶ ἀλλαχοῦ φησι· Κρεμῶν τὴν γῆν ἐπ᾽ οὐδενός. Ἄβυσσος, ὡς ἱμάτιον, τὸ περιβόλαιον αὐτοῦ. Τὸ Αὐτοῦ ἀντὶ τοῦ αὐτῆς τέθεικεν οὕτω γὰρ καὶ ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· Ἄβυσσον ὡσεὶ ἔνδυμα περιέβαλες αὐτήν. Ἄβυσσον δὲ καλεῖ ἡ θεία Γραφὴ τὴν ὑγρὰν οὐσίαν. Οὕτω καὶ ἐν ἀρχῇ τῆς κτίσεως ὁ μακάριος ἔφη Μωϋσῆς· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου. Ἐπειδὴ τοίνυν ἡ γῆ πανταχόθεν ὕδατι περιέχεται, καὶ τὰ μεγάλα μὲν καὶ ἄπλωτα πελάγη ταύτης ἐστὶ τέρματα, μέσην δὲ αὐτὴν διατέμνει ἕτερα πλεόμενα, εἰκότως ἔφη τὴν ἄβυσσον καθάπερ ἱμάτιον ἐπικεῖσθαι τῇ γῇ. Καὶ ἄλλως δὲ τὴν ἄβυσσον ἐπὶ ἀκαταληψίας εὑρήσεις κειμένην, ἐν τῷ, Τὰ κρίματά σου, Κύριε, ἄβυσσος πολλή. Ἀνεξερευνήτων γὰρ ὄντων τῶν κριμάτων αὐτοῦ, οὐκ ἔστι κατάληψιν αὐτῶν εὑρεῖν· διὸ καὶ οὐχ ἁπλῶς ἀβύσσῳ, ἀλλὰ πολλῇ παραβάλλονται. Καὶ τὸν Θεὸν οὖν, οὗ πολλὴ ἄβυσσος τὰ κρίματά ἐστι, περιβολαίου δίκην καλύπτει ἀκαταληψία, ἄβυσσος ὀνομαζομένη. Ἐπὶ τῶν ὀρέων στήσεται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σοι φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον ὃν ἐθεμελίωσας αὐτοῖς. Διὰ πάντων διδάσκει τοῦ Θεοῦ τὴν προμήθειαν ἐφεστῶσαν τῇ κτίσει.