Καὶ μέντοι καὶ πληροῖ ταύτας, διὰ μὲν Μωϋσέως τοὺς ἐκείνων ἐκγόνους τῆς Αἰγυπτίων ἐλευθερώσας δουλείας, διὰ δὲ Ἰησοῦ τοῦ Ναυῆ τὴν ἐπηγγελμένην γῆν ἀποδοὺς, τὸ δὲ τέλος τῆς ἐπαγγελίας διὰ τοῦ Δεσπότου συμπεράνας Χριστοῦ. Λέγων, Σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα κληρονομίας ὑμῶν. Σχοίνισμα τὴν τῆς γῆς ἐκάλεσε δεσποτείαν· τῶν κεκτημένων γὰρ ἴδιον, μέτρῳ τὴν γῆν ὑποβάλλειν. Ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς, καὶ παροίκους ἐν αὐτῇ. Ταῦτα δὲ, φησὶν, ὑπέσχετο τοῖς πατράσιν ὀλίγοις οὖσι καὶ σφόδρα εὐαριθμήτοις. Δηλοῖ δὲ διὰ τούτου τοῦ ὑπισχνουμένου τὴν δύναμιν, ὅτι καὶ τοῖς οὕτως ὀλίγοις τοσαύτης γῆς δεσποτείαν παρασχεῖν ἠδύνατο. Ἐπηγγείλατο γὰρ τοῖς ἀμφὶ τὸν Ἀβραὰμ, ἀντὶ μὲν τοῦ ὀλίγους αὐτοὺς εἶναι, πληθυνθήσεσθαι ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ ἐνευλογήσειν ἐν αὐτοῖς πάντα τὰ ἔθνη· ἀντὶ δὲ τοῦ τότε παροικεῖν ἐν γῇ Χαναὰν δεσπότας αὐτοὺς καταστῆσαι τῆς γῆς· ἃ δὴ καὶ γέγονεν ἄμφω τοῖς ἐξ αὐτῶν, οἵτινες εἰς πλῆθος ἄμμου δίκην ἐπέδωκαν. Διὰ δὲ τοῦ σπέρματος αὐτοῦ, ἐν ᾧ εὐλογήθη τὰ ἔθνη, καὶ ταῦτα γέγονεν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Τούτοις γὰρ λέλεκται· Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες. Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον.