Τοῖς ἁγίοις ὁμολογηταῖς πατράσι καὶ ἀδελφοῖς
Νῦν καιρὸς ἐκβοῆσαι μετὰ τοῦ Δαυὶδ καὶ εἰπεῖν· ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις· ᾄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ, ὅτι ἐπακήκοεν Κύριος σὺν ἅπασι τοῖς ἰσοκλεέσιν ὑμῶν τῆς ἐκτενοῦς ἱκετηρίας. καὶ τί γέγονεν; ὤλετο ὁ ἀσεβής, συνετρίβη ὁ κόπτων ἡμᾶς· νενικήκατε τὸν τῆς πονηρίας υἱόν, κατεβάλετε τὸ θηρίον τῆς ὀργῆς, τὸν σκολιόγνωμον νοῦν. ὤ, ὦ τριπόθητοι, οἷα τὰ αἵματα ὑμῶν δυνατά· τάδε ἔρραξαν τὸν ἀλάστορα κολαστήν, ταῦτα ἐκένωσαν τὸ ἐναγὲς αἷμα τοῦ φονευτοῦ, εἴπερ ὑπακούειν ὁ ἀψευδὴς ἐπηγγείλατο τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας, καθά φησι τὰ λόγια. μάθε, χρίστυβρι, ὅσον ἴσχυσεν ἡ βοὴ ὦν κατέξανας τὰς σάρκας. ἴσθι, μυσάρχα, ἡλίκον σοι τὸ κατὰ Χριστοῦ ἀποτέλεσμα· ἐπειδὴ πρὸς κέντρα λακτίζων ἦς, ἐλάκησας πρηνής, ἐξεχύθη σου, εἰ καὶ οὐ τὰ σπλάγχνα, ἀλλὰ τὸ ἐναγὲς αἷμα ἐν τομαῖς τρισίν, ὡς τῇ Τριάδι προσκρούσαντος διὰ τῆς ὕβρεως τῆς ἁγίας εἰκόνος Χριστοῦ. ἄπιθι μετὰ τοῦ Ἰούδα, ἰουδαιόφρον, σύντυχε τῷ πατρί σου Οὐραλυφίῳ Καβαλλωνύμῳ· πίε τοῦτο πρῶτον, ὥς φησιν ὁ προφήτης, καὶ τὸ δριμύτερον ἐπ᾽ ἐσχάτῳ.