Ὥσπερ ἐπιφέρει· «Ἐτάχυναν, ἐπελάθοντο.» Ἀπίστων τοῦτο καὶ ὀλιγωρῶν ἴδιον, μὴ ἀναμένειν τὴν τοῦ Θεοῦ βουλήν, ὅταν μετὰ μακροθυμίας οἰκονομῆσαι ἐκεῖνος βούληται ἅπαντα, ἀλλ’ ἀπογινώσκειν, λήθην παθόντας τῶν θαυμάτων τῶν ἔμπροσθεν. «Καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ.» Δύο τῶν Ἰουδαίων συνῆψεν ἁμαρτήματα· ἓν μέν, ὅτι σαρκικὴν ἐπιθυμίαν ἐπεθύμουν ἐν τῇ ἐρήμῳ, ἐν ᾗ φιλοσοφεῖν ἔδει, καὶ ἀπὸ πάσης τοιαύτης ἐπιθυμίας ἐγκρατεύεσθαι· δεύτερον δέ, ὅτι δεηθέντες ὕδατος οὐκ ᾔτουν, ἀλλ’ ἐπείραζον. Πλὴν θαυματουργῶν ὁ Θεὸς οὐκ ἐπαύετο. Οὐδὲ γὰρ ἀνεβάλετο, οὐδὲ εἰς ἕτερον μεταστῆναι τόπον, ὥστε ὕδατος εὑρεῖν χορηγίαν ἐκέλευσεν, ἀλλὰ τὴν ἔρημον καὶ διψάδα ἔνυδρον πηγὴν προαγαγὼν ἀπὸ τῆς πέτρας ἔδειξεν. «Ἠνοίχθη ἡ γῆ.» Ἡνίκα συστάντες κατὰ Μωϋσέως καὶ Ἀαρών, χάσματος γενομένου κατεπόθησαν. Εἰκότως δὲ αὐτοῖς τοῦτο τῆς τιμωρίας τὸ εἶδος συνέβαινεν. Ἐπειδὴ γὰρ τοὺς τὴν Ἐρυθρὰν θάλασσαν διελθόντας ἐφαύλισαν, αὐτοὶ τῆς γῆς συλληφθείσης ἀπώλοντο. «Καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητήν.» Τὴν ἐπαγγελθεῖσαν λέγει, ἡνίκα τοὺς κατασκόπους πέμψαντες, καὶ πολλὰ ὅσα τῆς γῆς ἀκηκοότες ἐγκώμια, εἰς Αἴγυπτον ἐπιστρέφειν ἐβούλοντο. «Καὶ παρώργισαν αὐτὸν ἐπὶ ὕδατος.» Δηλοῖ τὴν ἀπὸ τῆς γῆς ὀλιγωρίαν τὰ ῥήματα· Ἀκούσατέ μου, οἱ ἀπειθεῖς· Μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ;