καὶ ἐξουδένωσαν Τὴν γῆν τῆς ἐπαγγελίας εἰς οὐδὲν ἡγήσαντο ὡς ἀχάριστοι, ὅθεν οὐκ ἠξιώθησαν εἰσελθεῖν εἰς αὐτήν (ἐν αὐτῇ). καὶ οὐκ ἐπίστευσαν Οὐκ ἐπίστευσαν γὰρ τῷ θεῷ, ἐπαγγελλομένῳ τῷ Ἀβραὰμ δοῦναι αὐτῷ τὴν γῆν τῆς ἐπαγγελίας καὶ τῷ σπέρματι αὐτοῦ. καὶ ἐγόγγυσαν Ἕκαστος καθ’ ἑαυτὸν ἐγόγγυζεν, βλασφημῶν τὸν θεόν. οὐκ εἰσήκουσαν Οὐ προσέσχον οὐδέποτε τῷ θεῷ, λαλοῦντι περὶ αὐτῶν. καὶ ἐπῆρεν Ἐμίσησε γὰρ αὐτοὺς ὁ θεὸς καὶ ἠθέλησεν ἀποκτεῖναι αὐτούς, ἀλλ’ ὡς θεὸς συμπαθὴς ἐμακροθύμησεν. καὶ τοῦ καταβαλεῖν Ὥστε μὴ ὀνομάζεσθαι αὐτοὺς μηδὲ ἐν τοῖς ἔθνεσι. καὶ διασκορπίσαι Πανταχοῦ γὰρ γῆς ἐσκορπίσθη τὸ ἔθνος Ἰουδαίων. καὶ ἐτελέσθησαν Ἐκεῖνο τὸ εἴδωλον· ποθήσαντες ἐκείνῳ ἐτελέσθησαν καὶ ἐγενήθησαν δέρματα νεκρά. Βεελφεγὼρ γὰρ δέρμα ἑρμηνεύεται, τουτέστιν ἀναισθητοὶ ἐγένοντο. καὶ ἔφαγον Τῶν εἰδώλων, φησί· νεκρὰ γὰρ τὰ εἴδωλα, ὅθεν τῶν θυσιῶν τῶν θεϊκῶν ἐστερήθησαν. καὶ παρώξυναν Ἐν ταῖς πονηραῖς ἐνθυμήσεσιν· ἄλλα γὰρ καὶ ἄλλα ἐπετήδευον εἴδωλα, ὥστε προσκυνεῖν αὐτοῖς (αὐτά), καὶ διὰ τοῦτο παρωξύνθη ὁ θεὸς καὶ ἐπάταξεν αὐτούς. καὶ ἐπληθύνθη Πορνεύοντες γὰρ ἐπὶ τῷ θανάτῳ παρεπέμποντο. καὶ ἔστη Εὑρὼν (ἰδὼν) γὰρ Φινεὲς τὸν πορνεύοντα καὶ τὴν πορνευομένην, κεντήσας αὐτούς, ἔδειξε τῷ θεῷ καὶ ἔστη ἡ ὀργὴ τοῦ θεοῦ. καὶ ἐκόπασεν Ἐπαύσατο, φησίν, ὁ θάνατος.