ϛʹ. Τί φόνου χαλεπώτερον, εἰπέ μοι; Ἀλλ᾽ ἠδυνήθη ποτὲ δικαιοσύνην τεκεῖν τῷ ποιήσαντι τοῦτο τὸ τόλμημα· τοσοῦτόν ἐστι τὸ διὰ τὸν Θεόν τι ποιεῖν. Καὶ πῶς ἠδυνήθη δικαιοσύνην ἐργάσασθαι φόνος; Οἱ Μαδιηναῖοι ποτὲ βουλόμενοι τὸν Θεὸν ἐκπολεμῶσαι τοῖς Ἰουδαίοις, καὶ ταύτῃ προσδοκῶντες αὐτῶν περιέσεσθαι, εἰ τῆς εὐνοίας αὐτοὺς ἀποστερήσαιεν τοῦ Δεσπότου, κόρας καλλωπίσαντες, καὶ τοῦ στρατοπέδου προστήσαντες, ἐδελέασαν αὐτοὺς, καὶ εἰς πορνείαν ἤγαγον, εἶτα ἐκεῖθεν εἰς ἀσέβειαν. Τοῦτο ἰδὼν Φινεὲς, μεταχειρισάμενος ξίφος, καὶ πορνεύοντας δύο καταλαβὼν, ἐν αὐτῇ τῇ ἁμαρτίᾳ ἀμφοτέρους ἐξεκέντησε, καὶ ἔστησε τοῦ Θεοῦ τὴν ὀργὴν ἀπὸ τῆς γνώμης. Καὶ τὸ μὲν γενόμενον φόνος ἦν, τὸ δὲ κατορθούμενον ἐξ ἐκείνου σωτηρία τῶν ἀπολλυμένων ἁπάντων, ὅθεν καὶ δικαιοσύνην ἤνεγκε τῷ ποιήσαντι. Καὶ οὐ μόνον οὐκ ἐμίανε τὰς χεῖρας, ἀλλὰ καὶ καθαρωτέρας εἰργάσατο ὁ φόνος ἐκεῖνος, καὶ μάλα εἰκότως· οὐ γὰρ τοὺς ἀναιρεθέντας μισῶν, ἀλλὰ τῶν λοιπῶν φειδόμενος τοῦτ᾽ εἰργάσατο· ἀπέκτεινε δύο, καὶ ἔσωσε μυριάδας ἀπείρους. Καθάπερ γὰρ ἰατροὶ ποιοῦσι τὰ σεσηπότα τῶν μελῶν ἐκτέμνοντες, ὁλόκληρον σώζουσι τὸ σῶμα [καὶ ὑγιές]· οὕτω κἀκεῖνος ἐποίησε. Διὰ τοῦτό φησιν ὁ ψαλμῳδός· Ἔστη Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην εἰς γενεὰν καὶ γενεὰν, ἕως τοῦ αἰῶνος.