Διαστολὴν δὲ ἐν τοῖς χείλεσιν οὐ τὴν τῶν ῥημάτων ἀμφιβολίαν λέγει, ἣν ὁ Μωσῆς ἀπὸ τῆς πέτρας θαυματουργῶν ὑπέμεινεν, ἀλλὰ τὸ συμβάν, εἰκότως τῷ λαῷ τῶν Ἰουδαίων λογίζεται· ἐπειδὴ συνεχῶς ἀπειθοῦντες καὶ πειράζοντες, εἰς ὀλιγωρίαν αὐτὸν καταστῆναι ἐποίησαν. «Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι.» Οὐ μόνον ἐφείσαντο τῶν ἀσεβῶν, ἀλλὰ καὶ ἀσεβῆ πρὸς αὐτοὺς κοινωνίαν εἰργάσαντο. «Καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν.» Πορνείαν οὖν ἐνταῦθα τὴν ἀπὸ τοῦ Θεοῦ ἀποστασίαν καλεῖ. «Καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐχθρῶν.» Ὁμοῦ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ὕμνησε, καὶ τὴν ἐκείνων κακίαν ἐτραγῴδησεν· ὁ μὲν γὰρ εὐεργετῶν καὶ ῥυόμενος αὐτοὺς τῶν λυπηρῶν οὐκ ἐπαύετο, οἱ δὲ καὶ παροργίζοντες αὐτόν, καὶ παραπικραίνοντες ὀμοίως ἐπέμενον. «Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμούς.» Ὁρᾷς ἡλίκον ἐστὶν εὐμένεια Θεοῦ· ὅπως ἡμῖν καὶ τοὺς ἐχθροὺς εὐμενεῖς ἐργάζεται, καὶ οὐδέ τινας, ἀλλὰ πάντας· καὶ οἱ λαβόντες αἰχμαλώτους ὡς πολέμιοι, οὗτοι σπλάγχνα πατέρων περὶ τοὺς αἰχμαλωτισθέντας ἀναλαμβάνουσιν, ὥστε δῆλον εἶναι τὸ μὲν ὀργῆς Θεοῦ, τὸ δὲ φιλανθρωπίας· ἀμφοῖν γὰρ εἰς διόρθωσιν χρῄζομεν. «Σῶσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν.» Τοῦτο γάρ ἐστιν ὄντως σωθῆναι, τὸ ἐπισυναχθῆναι ἐκ τῶν ἐθνῶν, καὶ μὴ διεσπάρθαι εἰς τὴν ἐκείνων πλάνην. Λέγει γὰρ ἔθνη νῦν, τοὺς ἐν ἀσεβείᾳ πορευομένους, ἤτις τῶν ἐθνῶν ἐκράτει τὸ πρότερον. «