Τὸ δὲ, Πλεονάκις, ὅμοιον τῷ, Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου; τὸ δὲ, Καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν, τῷ Καὶ οὐκ ἠθελήσατε. Καὶ εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτοὺς, ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν. Ταῦτα καὶ αἱ ἱστορίαι διδάσκουσι, καὶ ὅτι ἐδεήθησαν τοῦ Θεοῦ ὑπὸ τῆς ἀνάγκης ὠθούμενοι, καὶ ὅτι δεηθέντες ἠκούσθησαν. Καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ, καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ. Διὰ γὰρ τὰς πρὸς τοὺς πατέρας ἐπαγγελίας τὸν ἔλεον ἐχορήγησε. Μεταμέλειαν δὲ καλεῖ τῆς παιδείας τὴν παῦλαν. Ὁ γὰρ Θεὸς τῆς μεταμελείας οὐκ ἔχει τὸ πάθος, οὐδὲ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρέσκεται, ἀλλὰ σοφῶς ἅπαντα πρυτανεύων, καὶ παιδείας ἐπάγει καὶ φιλανθρωπίαν ὀρέγει. Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς. Λέγει γὰρ Ἔσδρας, ὡς ἐνέβαλε Κύριος ὁ Θεὸς εἰς τὴν καρδίαν Κύρου τοῦ βασιλέως, καὶ μετὰ ταῦτα Δαρείου καὶ Ἀρταξέρξου, χρῆσθαι φιλανθρώπως τῷ τῶν Ἰουδαίων λαῷ. Ἐν οἰκτιρμοῖς δὲ καὶ νῦν εἰσι Ῥωμαίοις δουλεύοντες, διὰ θείους οἰκτιρμοὺς, οὐ δι᾽ ἀξίαν ἰδίαν. Οὐ πάθος δὲ Θεοῦ μεταμέλεια, παιδείας δὲ παῦσις. Σῶσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου τῷ μεγάλῳ καὶ ἁγίῳ, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου.