Οὐκ ἦν δὲ ἐν αὐτῇ πρότερον Λόγος Θεοῦ, νῦν δὲ τοσοῦτον πλουτεῖ· ὥστε εἰς πᾶσαν αὐτῆς τὴν οἰκουμένην διαβαίνειν τὰ δόγματα· ἐν οἷς φυτευθῆναι μακάριον.
Ξύλον γάρ τι εὑρίσκεται ἐν καιρῷ τὸν καρπὸν ποιοῦν, καὶ μήποτε τὸ φύλλον ἀποβάλλον, ὡς ἐν τοῖς προοιμίοις τῶν Ψαλμῶν ἀναγέγραπται. «Καὶ συνεστήσαντο πόλεις κατοικεσίας.» Οὐ πόλιν, ἀλλὰ πόλεις. Διαφόρους γὰρ πολιτείας ὁ ἐξ ἐθνῶν λαὸς ἔχει, ἐν αἷς κατοικίαι τῶν ἀρετῶν, αἵτινες τὸν ἔσωθεν ἡμῶν ἄνθρωπον σκέπουσι, κέκτηται. «Καὶ ἔσπειραν ἀγρούς.» Ἀγρὸς μὲν οὖν ἐστιν ἡ φιλοσοφία ἡ πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν ἀπάγουσα. Φησὶ γὰρ οὕτως ὁ Κύριος· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ ἐν ἀγρῷ κεκρυμμένῳ· ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ πάντα ὅσα ἔχει, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. Τὴν αὐτὴν καὶ ἀμπελῶνα διὰ τῆς παραβολῆς τῶν ἐργατῶν τῶν μισθωθέντων ἔδειξε. καρπὸν δὲ γεννήματος τὸν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἑκατὸν εὔδηλον ὡς γεωργοῦσιν οἱ τὴν ἐν Χριστῷ φιλοσοφίαν μελετήσαντες, καὶ ἀρετὰς ἐν αὐτῇ καταφυτεύσαντες. «Καὶ εὐλόγησεν αὐτούς, καὶ ἐπληθύνθησαν.» Ἀπὸ γὰρ δώδεκα ἢ τυχὸν ἑβδομήκοντα εἰς χιλιάδας τρεῖς, εἶτα πέντε, εἶτα μυρίας ὅσας ὁρῶμεν προέκοψαν· οὕστινας κτήνη τῶν ἀποστόλων εἰκότως, ὡς ὑπ’ αὐτῶν μαθητευθέντας, ἐκάλεσεν. «Ἐξεχύθη ἐξουδένωσις ἐπ’ ἄρχοντας αὐτῶν.»