Οἷς μεθ᾽ ἕτερα ἐπιλέγει· «τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι᾽ ἔλαιον. καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· ἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν», ἃ καὶ αὐτὰ τέλους ἐτύγχανεν, ὅτε «οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες», «ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι». ἐπεὶ δὲ εἰσέτι νῦν οἱ ἐκ περιτομῆς τὴν τῶν πατέρων αὐτῶν εἰς ἑαυτοὺς ἀρὰν ἐπισπώμενοι, βλασφήμοις καὶ ἀσεβέσι ῥήμασι καταθεματίζειν τὸν σωτῆρα καὶ κύριον ἡμῶν καὶ τοὺς εἰς αὐτὸν πεπιστευκότας ἅπαντας εἰώθασιν, τούτου χάριν ἑξῆς ἐπιλέγει «καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις· οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπήν, καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν. ἐγὼ δὲ ἐξομολογήσομαι τῷ κυρίῳ ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν. ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.» καὶ πρόδηλόν γε, ὁπόσοις εἰσέτι καὶ νῦν οἱ τὰς κατ᾽ αὐτοῦ ἀρὰς ἐν ταῖς ἑαυτῶν συναγωγαῖς ποιούμενοι παλαίουσι κακοῖς, ἀπὸ τῶν αὐτῶν χρόνων μηδ᾽ ὅλως ἀνανεῦσαι δεδυνημένοι, ὅπως τε αὐτὸς αἶνον τῷ πατρὶ ἐν μέσῳ πολλῶν ἐθνῶν τὸν διὰ τῆς καινῆς διαθήκης αὐτοῦ καταρτίζεται, συνεργὸν τὸν πατέρα καὶ τῆς ἑαυτοῦ δεξιᾶς πάρεδρον κεκτημένος.