Ψαλμὸς ριʹ
Ἀλληλούϊα. «Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου». Καλὸν γὰρ ἐξ ὅλης καρδίας ἐντυγχάνειν Θεῷ. «Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ μεγάλα τὰ ἔργα Κυρίου». Οὐ μέντοι καὶ ἐπὶ συναγωγῇ πονηρῶν καὶ ἀθέων, οὐ γάρ ἐστι σύνεσις αὐτοῖς. «Μεγαλύνατε τὰ ἔργα Κυρίου, ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος· τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν», οὐ τὴν φθαρτὴν μόνην καὶ ῥέουσαν, ταῦτα γὰρ καὶ οἱ μὴ φοβούμενοι ἐπαπολαύουσιν ἐν οἰκτιρμοῖς αὐτοῦ, ἀλλὰ καὶ τὴν ἄφθαρτον καὶ πνευματικὴν τροφήν, ἧς μυστικῶς ἐπαπολαύουσιν οἱ φοβούμενοι αὐτόν. «Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ», πρόξενοι σωτηρίας τοῖς τηροῦσιν αὐτάς, «ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος». Καὶ οὐχ ἁπλῶς λυόμεναι καὶ ἀφανιζόμεναι, ἀλλά· «πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι» πλέον ἢ ἔλαττον μὴ ἔχουσαι τοῦ καθήκοντος. «Λύτρωσιν ἀπέστειλε τῷ λαῷ αὐτοῦ», ὁ Πατὴρ τὸν Υἱόν, «ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ. Ἀρχὴ σοφίας φόβος Κυρίου». Χωρὶς δὲ φόβου Κυρίου, οὐκ ὠφελήσει σοφοὺς ἡ τοῦ κόσμου σοφία. «Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν» ἔργα συνέσεως ἄξια. «Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος», μὴ ἔχουσα τέλος, ὥσπερ οὐδὲ ἀρχήν.