Τόν τε Ἀβραὰμ, Πέρσην ὄντα, καὶ ἐφίλει, καὶ μετετίθει· τούς τε γὰρ Αἰγυπτίους, τούς τε ἐν τῇ Χαναὰν, τούς τε ἀπὸ Περσίδος ἐλθόντας δι᾽ αὐτοῦ διώρθωσε· πάλιν διά τε τοῦ παιδὸς τοῦ ἐκείνου καὶ τοῦ ἐκγόνου πολλοὺς τῶν ἐκεῖ γειτόνων βελτίους ἐποίει, τὸ γοῦν ἑαυτοῦ μέρος. Ἐπειδὴ δὲ καὶ Μωϋσῆς ἐτέχθη, μετὰ ταῦτα διὰ τῶν εἰς τοὺς Ἰουδαίους γινομένων τοὺς Αἰγυπτίους πρὸς θεογνωσίαν ἐχειραγώγει, καὶ τοὺς ἐν Παλαιστίνῃ, καὶ μετὰ ταῦτα τοὺς ἐν Βαβυλῶνι. Οὕτως ὅταν λέγῃ, Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τοῦτο λέγει, ὅτι διὰ τοῦτο ἐπαναπαύεται τοῖς ἐκεῖ, ἐπειδὴ πάσης εἰσὶ πονηρίας ἀπηλλαγμένοι. Καὶ σὺ δὲ, ἂν μὴ τῇ γῇ προσηλωμένος ᾖς, ἀλλ᾽ ἄγγελος γένῃ, ταχέως εἰς τὸν οὐρανὸν καὶ τὸν πατρῷον οἶκον ἀναβήσῃ, καὶ πρὸ τῆς ἀναστάσεως δὲ ἐντεῦθεν ἤδη μετέστης, καὶ τὸ ἀξίωμα ἔχεις. Καθάπερ γὰρ πολλοὶ τῶν εἰς τὴν μεγάλην σύγκλητον τελούντων, καὶ ἐν ἀγρῷ διατρίβοντες ἀξίωμα ἔχουσι· οὕτω καὶ σὺ ἐὰν βουληθῇς ἐν οὐρανῷ πολιτεύεσθαι, καὶ ἐνταῦθα διατρίβων, ἀπολαύσῃ τῆς ἀξίας ἐκείνης. Οὐχὶ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου.