Καὶ ἵνα μή τις νομίσῃ ἐκ περιόδου τινὸς καὶ συντυχίας τοῦτο γίνεσθαι, ἐξ ἐκείνου οὐκ ἔτι γέγονεν, ἀλλ᾽ ἅπαξ, ὅτε ὁ Θεὸς ἐκέλευσε, καὶ ἐπὶ διαφόρων προσώπων. Καὶ γὰρ ἡ ἄτακτος τῶν ὑδάτων ῥύμη καθάπερ λογική τις καὶ ἔμψυχος, τοῦ Θεοῦ κελεύοντος, οὕτω τοὺς μὲν ἔσωσε, τοὺς δὲ ἀπώλλυε, τοῖς μὲν τάφος, τοῖς δὲ ὄχημα γινομένη. Τοῦτο καὶ ἐπὶ τῆς Βαβυλωνίας καμίνου ἴδοι τις ἄν. Καὶ γὰρ τὸ πῦρ, τὸ ἁπλῶς καὶ ὡς ἔτυχε φερόμενον, πολλὴν εὐταξίαν ἐπεδείκνυτο, ὅτε ὁ Θεὸς ἐπέταξε, οὓς μὲν ἔνδον εἶχε διασῶζον, τοὺς δὲ ἔξωθεν περικαθημένους ἁρπάζον καὶ ἀναλίσκον. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Εἶδες καὶ ἐν διαφόροις καιροῖς, καὶ ἐν διαφόροις χωρίοις τὰ θαύματα γινόμενα; Ἵνα γὰρ μάθωσιν, ὅτι πανταχοῦ ἡ δύναμις ἐκτέταται τοῦ Θεοῦ, καὶ οὐ περικλείεται τόπῳ, καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐν τῇ τῶν βαρβάρων χώρᾳ, καὶ πανταχοῦ παρεγίνετο θαυματουργῶν, καὶ νῦν μὲν ἐν θαλάττῃ, νῦν δὲ ἐν ποταμοῖς, καὶ τότε μὲν ἐπὶ Μωϋσέως ὕστερον δὲ ἐπὶ τοῦ Ἰησοῦ· καὶ πανταχοῦ διὰ σημείων παρεπέμποντο, ἵνα τὴν ἀναίσθητον αὐτῶν γνώμην, καὶ τὴν σκληρὰν διάνοιαν τοῖς θαύμασι μαλασσομένην, εὐήνιον καὶ ἐπιτηδειοτέραν καταστήσωσι πρὸς τὴν τῆς θεογνωσίας ὑποδοχήν. Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων. Ἐνταῦθα ζήτημα οὐ μικρὸν ἡμῖν ἀνακύπτει.