Φυλάσσων τὰ νήπια ὁ Κύριος· ἐταπεινώθην, καὶ ἔσωσέ με. Ἐνταῦθα μέγιστον εἶδος προνοίας αὐτοῦ ἀνακινεῖ. Ἐπειδὴ γὰρ εἶπεν· Ἐλεήμων καὶ δίκαιος, καὶ ἐλεεῖ, μεγίστης αὐτοῦ φιλανθρωπίας ἔργον δείκνυσι. Ποῖον δὴ τοῦτο; Τὸ τῶν νηπίων. Ἡμεῖς μὲν γὰρ καὶ λόγον ἔχομεν τὰ μὲν φυλάττεσθαι, τὰ δὲ ἑλέσθαι παιδεύοντα, καὶ τὰ ἐπερχόμενα διακρούεσθαι κακὰ, καὶ τὰ παρόντα διαλῦσαι, καὶ ἰσχὺν κεκτήμεθα, καὶ τέχνας ἐπιστάμεθα· τὰ δὲ παιδία τούτων ἔρημα πάντων, ὡς ἀπροστάτευτα· ἀλλὰ διὰ πάντων ἔχει τοῦ Θεοῦ τὴν πρόνοιαν, ἧς εἰ μὴ συνεχῶς ἀπήλαυον, πάντα ἂν ἀπολώλει. Καὶ γὰρ καὶ ὄφις ἂν ἠφάνισεν ἐν σπαργάνοις ἔτι ὂν τὸ παιδίον, καὶ κατοικίδιος ὄρνις, καὶ πολλὰ τῶν ἑρπόντων ἕτερα τῶν κατὰ τὰς οἰκίας. Οὐδὲ γὰρ ἀρκεῖ οὔτε τροφὸς, οὔτε μήτηρ, οὔτε ἕτερος οὐδεὶς ἀπηρτισμένην ἐπιδείκνυσθαι περὶ αὐτὰ πρόνοιαν, ἂν μὴ τῆς ἄνωθεν ἀπολαύῃ ῥοπῆς. Τινὲς δέ φασι καὶ περὶ τῶν ἐμβρύων καὶ μήπω τῆς γαστρὸς ἐξελθόντων τοῦτον εἰρῆσθαι τὸν λόγον. Ἐταπεινώθην, καὶ ἔσωσέ με. Οὐκ εἶπεν· Οὐκ εἴασεν εἰς κινδύνους ἐμπεσεῖν· ἀλλὰ, Μετὰ τὸ ἐμπεσεῖν διέσωσεν. Ἐπειδὴ γὰρ εἶπε τὴν καθόλου αὐτοῦ πρόνοιαν, καὶ ἐπὶ τοῦ οἰκείου προσώπου προάγει τὸν λόγον, ὅπερ ἔθος αὐτῷ ἀπό τε τῶν καθολικῶν, ἀπό τε τῶν μερικῶν ταῦτα συνιστᾷν. Μὴ τοίνυν μηδὲ σὺ ζήτει τὸν ἀδείας γέμοντα βίον· οὐ γάρ ἐστί σοι λυσιτελές.