Τί τοίνυν ἐστὶ τὸ προοίμιον; Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἐννοήσας γὰρ τὴν εὐεργεσίαν τῆς οἰκουμένης ὁ Προφήτης, καὶ τὴν φιλανθρωπίαν τὴν διαρκῆ, ἣν διὰ πάντων ἐπεδείξατο, πάντας εἰς τὴν κοινωνίαν τῆς εὐχαριστίας καλεῖ, τὸ μέγιστον κεφάλαιον τῶν ἀγαθῶν αὐτοῦ προτιθεὶς εἰς μέσον. Εἰπάτω δὴ οἶκος Ἰσραὴλ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τί λέγεις; Οἶκος Ἰσραὴλ, ὁ μυρίας αἰχμαλωσίας ὑπομείνας, ὁ ἐν Αἰγύπτῳ δουλεύσας, ὁ πρὸς τὰς ἐσχατιὰς τῆς οἰκουμένης ἀπαχθεὶς, ὁ ἐν Παλαιστίνῃ μυρία ταλαιπωρήσας; Ναὶ, φησίν. Οὗτοι γὰρ μάλιστα μάρτυρές εἰσι τῶν ἀγαθῶν αὐτοῦ, καὶ πλειόνων ἀπήλαυσαν, ἢ ἕτεροι. Καὶ αὐτὸ δὲ τοῦτο, ὅπερ ἔπαθον, πολλῆς εὐεργεσίας τεκμήριον. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ὑπὲρ τῆς παρουσίας αὐτῆς τοῦ Χριστοῦ μάλιστα αὐτοὺς εὐχαριστεῖν δεῖ. Εἰ γὰρ καὶ τὰ ἐναντία ὑπέμειναν, ἀλλ᾽ οὐ παρὰ τὸν παραγενόμενον, ἀλλὰ παρὰ τὴν οἰκείαν ἀγνωμοσύνην. Αὐτὸς μὲν γὰρ πρὸς αὐτοὺς ἀφικνεῖτο, καὶ συνεχῶς ἔλεγεν· Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ τοῖς μαθηταῖς· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ πρὸς τὴν Χαναναίαν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι αὐτὸν τοῖς κυναρίοις.