Πᾶς δὲ ὁ χαρακτὴρ τῆς ἐννοίας τοῦ προκειμένου ψαλμοῦ τὴν τῶν ἐντολῶν φυλακήν τε καὶ τήρησιν ἡμῖν ἐμφαίνει, καὶ οὐ νομική τίς ἐστιν ἡ φράσις καὶ σκιώδης, ἀλλ᾽ εὐαγγελικὴ, καὶ τῆς χάριτος ἡμῶν τῶν Χριστιανῶν προφυλακτήριον, καὶ τοῦ βίου ἡμῶν ὑπογραμμὸς καὶ ἀσφάλεια. Συνεχῶς γὰρ προτίθεται νόμον, ἐντολὰς, δικαιώματα, κρίματά τε καὶ μαρτύρια, περὶ ὧν ἐν τῇ κατ᾽ ἀρχὰς ἐξηγήσει τοῦ ψαλμοῦ εἴρηται, τίς ἡ τούτων δήλωσις· νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἴωμεν. Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· ὡς ἵνα εἴπωμεν, ἀπὸ τῶν ἐντολῶν σου προσέσχομεν καὶ ἐνοήσαμεν· καὶ διὰ τοῦτο ἐμισήσαμεν πᾶσαν ὁδὸν ἀδικίας. Αὐταὶ γὰρ αἱ ἐντολαὶ διατάσσονται, Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ πορνεύσεις, οὐ κλέψεις, οὐκ ἀδικήσεις, οὐ ψεύσῃ, οὐ λοιδορήσεις, οὐκ ἐπιθυμήσεις τὰ ἀλλότρια, οὔτε τὸν ἀγρὸν τοῦ πλησίον σου, οὔτε τὸν παῖδα, οὔτε τὴν παιδίσκην, οὔτε πᾶν κτῆνος αὐτοῦ· Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον ἀργυρίου καὶ τόκον χρυσίου καὶ τόκον βρωμάτων. Αἱ ἐντολαὶ τοῦ Θεοῦ, ἃς καθ᾽ ἑκάστην ἐνωτιζόμεθα διὰ τῆς ἀναγνώσεως τῆς τε τοῦ ἁγίου Εὐαγγελίου καὶ τῶν ἀποστολικῶν μαθημάτων· αὐταὶ γὰρ ἡμᾶς ὁδηγοῦσι πρὸς τὸ μισῆσαι πᾶσαν ὁδὸν ἀδικίας. Πάντα γὰρ τὰ ἁμαρτήματα καὶ τὰ τῆς κακίας εἴδη ἀδικία προσαγορεύεται· δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, μᾶλλον δὲ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.