ἀπὸ τῶν κλιμάτων Ἀφ’ οὗ γὰρ ἐδιδάχθη ὁ πιστὸς ἄνθρωπος τὰ κρίματα τοῦ θεοῦ, οὐκέτι ἐκκλίνει δεξιᾷ ἢ ἀριστερᾷ, ἀλλὰ πορεύεται τῷ νόμῳ τοῦ θεοῦ. ὡς γλυκέα Πότε γὰρ μέλι οὕτω γλυκὺ τοῖς ἐσθίουσιν εὑρίσκεται, ὡς οἱ λόγοι τοῦ θεοῦ τοῖς πιστοῖς; ἀπὸ τῶν ἐντολῶν Ἔγνων, φησὶν ὁ κατὰ θεὸν ἄνθρωπος, ἀπὸ τῶν ἐντολῶν τοῦ θεοῦ, ὅτι βδέλυγμα πᾶσα ὁδὸς ἀδικίας, καὶ διὰ τοῦτο ἐμίσησα αὐτὴν καὶ ἀπέστην ἀπ’ αὐτῆς. λύχνος Αἱ γὰρ ἀρεταὶ καὶ αἱ ἐντολαί, αἱ ἐν τῷ νόμῳ γεγραμμέναι, ἶσα λύχνῳ φωτίζουσι τὸν ἄνθρωπον. οὕτω γὰρ κατορθοῦσι τὰς τρίβους οἱ πιστοί. ὀμώμοκα Θεωρήσας γὰρ τὸν ἐν αὐτοῖς ὠφέλιμον ὁρισμόν, ὥσπερ ὅρκον ἔχουσιν οἱ ἅγιοι ἐν τῷ μὴ ἐκκλίνειν δεξιᾷ ἢ ἀριστερᾷ, ἀλλὰ διατηρεῖν ἐν τῇ καρδίᾳ τὰς ἀρετάς. ἐταπεινώθην Οἱ ἅγιοι, κακουχούμενοι, ὑστερούμενοι, θλιβόμενοι ἕνεκεν τῆς αἰωνίου ζωῆς. κύριε Καθὼς ἐπηγγείλω τοῖς ἁγίοις σου. τὰ ἑκούσια Ὅσα ἐλάλησα, φησὶν ὁ πιστὸς ἄνθρωπος δοξολογῶν, πρόσδεξαι ὡς θεός. καὶ τὰ κρίματα Διδαχθεὶς γὰρ ὁ ἄνθρωπος ἐφύλαξεν. ἡ ψυχή μου Ὁ γὰρ ἐν χειρὶ θεοῦ φυλαττόμενος οὗτος τοῦ νόμου οὐκ ἀφίσταται. ἔθεντο Οἱ δαίμονες γὰρ ἀεὶ παγιδεύουσι τὸν ἄνθρωπον ποικίλως, ὁ δὲ πιστὸς ἀπλανὴς τυγχάνει. ἐκληρονόμησα Τί γὰρ ταύτης τῆς κληρονομίας καὶ ἀγαλλιάσεως ἀνώτερον; τὸ τοῦ κληρονομεῖν τὸν θεὸν τῇ μελέτῃ τῶν γραφῶν.