καθήλωσον Τουτέστιν περίσφιγξόν με τῷ φόβῳ σου, ἵνα ὥσπερ καθηλωμένος ἀμετακίνητος ὢν [εὑρεθῶ] ἐν τῷ θελήματί σου. ἀπὸ γὰρ τῶν κριμάτων Ἔφριξα, φησὶν ὁ ἄνθρωπος, ἐνθυμηθεὶς τὴν κρίσιν τοῦ θεοῦ, ὅτι ἀπροσωπόληπτός ἐστιν. ἐποίησα Τοῦτο φωνὴ τοῦ Δαυίδ, ὅτι φησίν· ὡς βασιλεὺς τὸ δίκαιον ἔκρινα. διὸ μὴ παραδῷς με τοῖς ἐχθροῖς μου (τοῖς ἀδικοῦσί με), τουτέστιν τοῖς δαίμοσι· ἐκεῖνοι γὰρ ἀδικοῦντες τὸν ἄνθρωπον οὐ παύονται. ἔκδεξαι Δός μοι καιρὸν μετανοίας, φησί. μὴ συκοφαντησάτωσαν Μὴ εἴπωσι κατ’ ἐμοῦ, ὃ (ἃ) μὴ δεῖ. οἱ ὀφθαλμοί Ὁ προφήτης λέγει περὶ τῆς ἐλεύσεως τοῦ κυρίου· πότε ἄρα ἔλθῃ, περὶ ὧν ἔδειξέ μοι τὸ πνεῦμα; καὶ εἰς τὸ λόγιον Περὶ ὧν ἔπνευσάς (ἐνέπνευσας) με τῇ προσδοκίᾳ τηκόμενον (τηκόμενος). ποίησον Ἐὰν γὰρ κατὰ τὸ ἔλεός σου, ὃ ἐπηγγείλω, ποιήσῃς τῷ ἀνθρώπῳ, μακάριος ἔσται. καὶ κατὰ τὰ δικαιώματα Ἐκεῖνα τὰ δικαιώματα, ἅπερ ἐλθὼν ὁ κύριος παρέθετο τῷ ἀνθρώπῳ, τὰ τῆς χάριτος. δοῦλός σου Ὅταν γὰρ ὁ θεὸς δῷ σύνεσιν τῷ ἀνθρώπῳ, τότε γνῶσιν καθαρὰν κτᾶται περὶ τὸ θέλημα τοῦ θεοῦ. καιρός Ὅταν γὰρ ὁ καιρὸς ἔφθασε τῆς παρουσίας (τῇ παρουσίᾳ) τοῦ κυρίου (Χριστοῦ) καὶ ἔγνω ὁ κόσμος τὸν κύριον, τότε οἱ Ἰουδαῖοι τὸν νόμον ἀπώλεσαν. διὰ τοῦτο Τοπάζιον λίθος ἐστὶ τίμιος.
αἰνίττεται δέ, ὅτι ὑπὲρ πάντα πλοῦτον τιμιώτεραι τῷ πιστῷ ἀνθρώπῳ αἱ ἐντολαὶ τοῦ θεοῦ.