διὰ τοῦτο πρὸς πάσας Πάσας γὰρ χρὴ ποιεῖν, ἵνα μὴ πταίσας τις εἰς μίαν ἀπολέσῃ πάσας. πᾶσαν Ὁ θεὸς λέγει τῷ ἀνθρώπῳ, ὅπως προσέχειν δεῖ καὶ μετέρχεσθαι ὁδὸν ἄδικον. θαυμαστά Μαρτύρια γὰρ θεοῦ οἱ προφῆται καὶ πάντες οἱ λόγοι τῶν γραφῶν, ὧν χρὴ ἔρευναν ποιεῖσθαι διὰ παντός. ἡ δήλωσις Τὸ κήρυγμα λέγει τὸ εὐαγγελικόν· συνέτισε γὰρ τὸν λαὸν τῶν ἐθνῶν, ὡς νηπιάζοντα τῇ φρονήσει. τὸ στόμα Ὁ προφήτης λέγει· ἐν γὰρ τῷ ἀνοίγειν τὸ στόμα [μου], τὸ πνεῦμα τὸ ἅγιον ἐλάλει. ὅτι τὰς ἐντολάς Πόθον γὰρ [θεοῦ] ἔχων ἀπαύστως ἐλάλει. ἐπίβλεψον Ὡς τοῖς προφήταις, ὡς τοῖς ἀποστόλοις, ὡς τοῖς μάρτυσιν, οὕτως κἀμοὶ παράσχου, φησὶν ὁ ἄνθρωπος. τὰ διαβήματα Ὡς ἂν σὺ θέλῃς καὶ διὰ τῶν λόγων σου ἐκέλευσας, οὕτως μοι ῥύθμισον τὴν ὁδόν. καὶ μὴ κατακυριευσάτω Ἐὰν γὰρ κατευθύνω τὴν ὁδόν μου, ἡ ἀνομία οὐκέτι κυριεύει μου. λύτρωσαί με Ἑλλήνων καὶ αἱρετικῶν καὶ κακοπίστων, οἵτινες συκοφαντοῦντες τὴν παρουσίαν τοῦ Χριστοῦ οὐ παύονται. καὶ φυλάξω Ὅταν ἀπὸ τῶν συκοφαντῶν καθαρευθῇ ὁ ἄνθρωπος, τότε φυλάττει καλῶς τὸν νόμον τοῦ θεοῦ. τὸ πρόσωπον Ἐλθέ, φησί, ἐπίσκεψαι τὸν Ἀδάμ. καὶ δίδαξον Ἠνίξατο τὰ τῶν πιστῶν μυστήρια τῆς χάριτος. διεξόδους Ποταμοὺς [γὰρ] δακρύων ἠφίει ὁ Ἀδὰμ διὰ τὴν παράβασιν. ἐπεὶ οὐκ ἐφύλαξαν Παρέβην γάρ, φησὶ (ὁ Ἀδάμ), τὴν ἐντολὴν τοῦ θεοῦ.